Textus Originalis
232 DIODOR. XIV 30. 31.
ἐκεῖϑεν δὲ Χειρίσοφον μὲν τὸν ἀφηγούμενον ἀπέστειλαν εἰς Βυζάντιον ἐπὶ πλοῖα καὶ τριήρεις· ἔλεγε γὰρ εἶναι φίλος Ἀναξιβίῳ τῷ Βυζαντίων ναυάρχῳ. τοῦτον μὲν οὖν ἐπὶ κέλητος ἐξέπεμψαν, λαβόντες δὲ τῶν ἐπικώπων δύο πλοιάρια παρὰ τῶν Τραπεζουντίων, ἐλήστευον τοὺς περιοικοῦντας βαρβάρους καὶ κατὰ γῆν καὶ κατὰ ϑάλατταν. ἐφ᾽ ἡμέρας μὲν οὖν τριάκοντα περιέμειναν τὸν Χειρίσοφον· ὡς δ᾽ ἐκεῖνος ἐβράδυνεν, αἱ δὲ τροφαὶ τοῖς ἀνϑρώποις ἑσπάνιζον, ἀνέζευξαν ἐκ Τραπεζοῦντος, καὶ τριταῖοι παρεγενήϑησαν εἰς Κερασοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων ἄποικον. ἐν ταύτῃ δὲ ἡμέρας διατρίψαντές τινὰς παρεγενήϑησαν εἰς τὸ τῶν Μοσυνοίκων ἔϑνος. τῶν δὲ βαρβάρων συστραφέντων ἐπὶ αὐτοὺς ἐκράτησαν μάχῃ καὶ πολλοὺς ἀνεῖλον. συμφυγόντων δ᾽ εἴς τι χωρίον, ἐν ᾧ κατῴκουν ἑπτορόφους ἔχοντες ξυλίνους πύργους, συνεχεῖς προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλαν. ἦν δὲ τὸ χωρίον τοῦτο μητρόπολις τῶν ἄλλων ἐρυμάτων, ἐν ᾧ καὶ ὁ βασιλεὺς αὐτῶν κατῴκει τὸν ὑψηλότατον τόπον ἔχων. ἔϑος δ᾽ ἔχει πάτριον μένειν ἐν αὐτῷ τὸν πάντα βίον, κἀκεῖϑεν διαδιδόναι τοῖς ὄχλοις τὰ προστάγματα. βαρβαρώτατον δ᾽ ἔφασαν οἱ στρατιῶται τοῦτο διεληλυϑέναι τὸ ἔϑνος, καὶ ταῖς μὲν γυναιξὶν αὐτοὺς πλησιάζειν
Note a pie di pagina
1 2 ἔλεγε Dind., ἐλέγετο o
2 3 Βυζαντίῳ A, ἐν Βυζαντίῳ Hert.
3 5 ἐπὶ κώπων P
4 11 Κερασοῦντα — παρεγενήϑησαν om. A
5 13 τινὰς om. P; δέκα διατρίψαντες conicio ex Xen. An. V 8, 3
6 14 οσσυνοίκων Xen.
7 16 ἐμφυγόντων P1
8 17 ἑπτωρόφους L; ἑπταρόφους A, ἑπτοφόρους P (cf. Strab. XII 3, 18)
9 22 διαδοῦναι o-PL