Textus Originalis

Ol. 94, 4 : 401 a. Chr. 233

Ol. 94, 4 : 401 a. Chr. 233

ἁπάντων ὁρώντων, τοὺς δὲ παῖδας τῶν πλουσιωτάτων τρέφεσϑαι καρύοις ἑφϑοῖς, ἅπαντας δ᾽ ἐκ παιδὸς στίγμασι τόν τε νῶτον καὶ τὰ στήϑη καταπεποικίλϑαι. ταύτην μὲν οὖν τὴν χώραν ἐν ἡμέραις ὀκτὼ διεπορεύϑησαν, τὴν δ᾽ ἐχομένην ἐν τρισίν, ἣν ἐκάλουν Τιβαρηνήν. κἀκεῖϑεν εἰς Κοτύωρα πόλιν παρεγενήϑησαν Ἑλληνίδα, Σινωπέων ἄποικον. ἐν ταύτῃ δὲ πεντήκονϑ᾽ ἡμέρας διέτριψαν τοὺς περιοίκους τῆς Παφλαγονίας τε καὶ τοὺς ἄλλους βαρβάρους λῃστεύοντες. Ἡρακλεῶται δὲ καὶ Σινωπεῖς ἀπέστειλαν αὐτοῖς πλοῖα, ἐν οἷς αὐτοί τε καὶ τὰ σκευοφόρα διεκομίσϑησαν. ἡ δὲ Σινώπη Μιλησίων μὲν ἦν ἄποικος, κειμένη δ᾽ ἐν τῇ Παφλαγονίᾳ μέγιστον εἶχεν ἀξίωμα τῶν περὶ τοὺς τόπους· ἐν ᾗ δὴ καϑ' ἡμᾶς ἔσχε Μιϑριδάτης ὁ πρὸς Ῥωμαίους διαπολεμήσας τὰ μέγιστα βασίλεια. παρεγενήϑη δὲ καὶ ἐνταῦϑα Χειρίσοφος ὁ πρὸς τὰς τριήρεις ἀπεσταλμένος ἄπρακτος. οὐ μὴν ἀλλ᾽ οἱ Σινωπεῖς φιλοφρόνως αὐτοὺς ξενίσαντες ἀπέπεμψαν αὐτοὺς κατὰ ϑάλατταν εἰς Ἡράκλειαν, Μεγαρέων ἄποικον· καὶ καϑωρμίσϑη πᾶς ὁ στόλος πρὸς τὴν Ἀχερουσίαν χερρόνησον, ὅπου φασὶν Ἡρακλέα τὸν ἐξ ᾅδου Κέρβερον ἀναγαγεῖν. ἐκεῖϑεν δὲ πεζῇ διὰ Βιϑυνίας πορευόμενοι κινδύνοις περιέπιπτον, τῶν ἐγχωρίων ἐξαπτομένων κατὰ τὴν πορείαν. μόγις οὖν διεσώϑησαν εἰς Χρυσόπολιν τῆς Χαλκηδονίας

Note a pie di pagina

1 2 ἅπαντα P

2 5 τρισὶ PA

3 6 Τιβαρήν PL, Τιμάρην A

4 8 πεντήκονϑ᾽] τετταράκοντα πέντε Xen. An. V 5, 5

5 9 τῆς Παφλαγονίας] Παφλαγόνας Wurm

6 17 ἐνταῦϑα καὶ Hert.

7 18 οὐ μὴν ἀλλ᾽ οἱ Dind., οἱ μὲν ἄλλοι P1, οἱ μὲν οὖν ἄλλοι c

8 22 φησὶν P

9 25 μόγις] δ᾽ add. F

10 26 Χαλχηδονίας Dind.