Textus Originalis
234 DIODOR. XIV 31. 32.
οἱ περιλειφϑέντες ἀπὸ μυρίων ὀκτακισχίλιοι τριακόσιοι. ἐκεῖϑεν δὲ ῥᾳδίως ἤδη τὸ λοιπὸν τινὲς μὲν διεσώϑησαν εἰς τὰς πατρίδας, οἱ δὲ λοιποὶ περὶ τὴν Χερρόνησον ἀϑροισϑέντες ἐπόρϑουν τὴν παρακειμένην Θρᾳκῶν χώραν. ἡ μὲν οὖν ἐπ᾽ Ἀρταξέρξην Κύρου στρατεία τοιοῦτον ἔσχε τὸ τέλος. Οἱ δ᾽ ἐν ταῖς Ἀϑήναις δυναστεύοντες τριάκοντα τύραννοι καϑ' ἡμέραν οὐκ ἐπαύοντο τοὺς μὲν φυγαδεύοντες, τοὺς δὲ ἀναιροῦντες. τῶν δὲ Θηβαίων ἀγανακτούντων ἐπὶ τοῖς γινομένοις καὶ φιλοφρόνως τοὺς φυγάδας ὑποδεχομένων, Θρασύβουλος Στιριεὺς ὀνομαζόμενος, ὢν Ἀϑηναῖος, ὑπὸ δὲ τῶν τριάκοντα πεφυγαδευμένος, συνεργούντων αὐτῷ λάϑρᾳ τῶν Θηβαίων κατελάβετο τῆς Ἀττικῆς χωρίον ὀνομαζόμενον Φυλήν. ἦν δὲ τὸ φρούριον ὀχυρόν τε σφόδρα καὶ τῶν Ἀϑηνῶν ἀπέχον σταδίους ἑκατόν, ὥστε πολλὰς ἀφορμὰς αὐτοῖς παρέχεσϑαι πρὸς τὴν ἔφοδον. οἱ δὲ τριάκοντα τύραννοι πυϑόμενοι τὸ γεγονός, τὸ μὲν πρῶτον ἐξήγαγον ἐπ᾽ αὐτοὺς τὴν δύναμιν ὡς πολιορκήσοντες τὸ χωρίον· πλησίον δὲ τῆς Φυλῆς αὐτῶν στρατοπεδευόντων ἐπεγενήϑη πολὺς νιφετός. καί τινων ἐπιχειρησάντων μετασκηνοῦν, οἱ πολλοὶ φεύγειν αὐτοὺς ὑπέλαβον καὶ πλησίον τινὰ πολεμίαν δύναμιν εἶναι· ἐμπεσόντος δὲ εἰς τὸ στρατόπεδον ϑορύβου τοῦ καλουμένου Πανικοῦ μετεστρατοπέδευσαν εἰς ἕτερον τόπον. οἱ δὲ
Note a pie di pagina
1 1 ὀκτακισχίλιοι τριακόσιοι Dind. (c. 37, 1), τρισχίλιοι ὀκτακόσιοι o; ὀκτακισχίλιοι καὶ ἑξακόσιοι Xen. An. V 3, 3
2 5 χώραν Wess., πόλιν o, del. Madvig
3 6 στρατιὰ AF
4 11 Στιριεὺς] ὁ τιριεὺς P, ὁ τηριεὺς AL, ὁ τυριεὺς c; ὁ Στειριεὺς Schott
5 14 χωρίον τῆς Ἀττικῆς o-PA
6 16 Ἀϑηναίων PA
7 22 ὑποχωρησάντων μετὰ σκευῶν Wurm