Textus Originalis
Ol. 94, 4 : 401 a. Chr. 235
τριάκοντα ϑεωροῦντες τοὺς πολίτας ἐν Ἀϑήναις, ὅσοι μὴ μετεῖχον τῆς τῶν τρισχιλίων πολιτείας, μετεώρους ὄντας πρὸς τὴν κατάλυσιν τῆς δυναστείας, μετῴκισαν αὐτοὺς εἰς τὸν Πειραιᾶ, καὶ τοῖς ξενικοῖς ὅπλοις διακατεῖχον τὴν πόλιν· Ἐλευσινίους δὲ καὶ Σαλαμινίους αἰτιασάμενοι τὰ τῶν φυγάδων φρονεῖν, ἅπαντας ἀνεῖλον. τούτων δὲ πραττομένων πολλοὶ τῶν φυγάδων συνέρρεον πρὸς τοὺς περὶ Θρασύβουλον ..... φανερῶς μὲν περί τινων αἰχμαλώτων διαλεξόμενοι, λάϑρᾳ δὲ συμβουλεύειν αὐτῷ [τὸ] διαλῦσαι τὸ συνεστηκὸς φυγαδικὸν καὶ μεϑ᾽ ἑαυτῶν τῆς πόλεως δυναστεύειν ἀντὶ Θηραμένους προσαιρεϑέντα, λαβεῖν δ᾽ ἐξουσίαν δέκα τῶν φυγάδων οὓς ἂν προαιρῆται κατάγειν εἰς τὴν πατρίδα. ὁ μὲν Θρασύβουλος ἔφησε προκρίνειν τὴν ἑαυτοῦ φυγὴν τῆς τῶν τριάκοντα δυναστείας, καὶ τὸν πόλεμον οὐ καταλύσειν, εἰ μὴ πάντες οἱ πολῖται κατέλϑωσι καὶ τὴν πάτριον πολιτείαν ὁ δῆμος ἀπολάβῃ. οἱ δὲ τριάκοντα ϑεωροῦντες πολλοὺς μὲν ἀφ᾽ ἑαυτῶν ἀφισταμένους διὰ τὸ μῖσος, τοὺς δὲ φυγάδας ἀεὶ πλείους γινομένους, ἀπέστειλαν εἰς Σπάρτην πρέσβεις περὶ βοηϑείας. αὐτοὶ δ᾽ ὅσους ἠδύναντο πλείστους ἀϑροίσαντες ἐν ὑπαίϑρῳ
Note a pie di pagina
1 5 ἑαυτοὺς o-PJL
2 9 φυγάδων] τυράννων vel τρισχιλίων Wurm, δυνατῶν Bezzel
3 10 excidisse videntur fere haec: διόπερ ἀπέστειλαν οἱ τριάκοντα πρέσβεις πρὸς Θρασύβουλον
4 11 συμβουλεύσοντες Steph.; συμβουλευσάντων (del. αὐτῷ) Wurm
5 12 τὸ del. Dind.
6 13 αὑτῶν o-PJL
7 14 προσαιρεϑέντα Dind., om. f, προαιρεϑέντα c
8 16 προήρηται PA
9 18 εἰ] ἐὰν Dind. — 21 μὲν om. o-PL