Textus Originalis
236 DIODOR. XIV 32—34.
περιεστρατοπέδευσαν περὶ τὰς ὀνομαζομένας Ἀχαρνάς. ὁ δὲ Θρασύβουλος τὴν ἱκανὴν φυλακὴν τοῦ χωρίου καταλιπὼν ἐξήγαγε τοὺς φυγάδας, ὄντας χιλίους καὶ διακοσίους· ἐπιϑέμενος δὲ τῇ τῶν ἐναντίων παρεμβολῇ νυκτὸς ἀπροσδοκήτως καὶ συχνοὺς ἀποκτείνας, τοὺς ἄλλους διὰ τὸ παράδοξον ἐξέπληξε καὶ φυγεῖν εἰς Ἀϑήνας ἠνάγκασεν. μετὰ δὲ τὴν μάχην ὁ Θρασύβουλος εὐϑὺς μὲν ὥρμησεν ἐπὶ τὸν Πειραιᾶ καὶ κατελάβετο τὴν Μουνυχίαν, λόφον ἔρημον καὶ καρτερόν, οἱ δὲ τύραννοι τῇ δυνάμει πάσῃ καταβάντες εἰς τὸν Πειραιᾶ προσέβαλον τῇ Μουνυχίᾳ, Κριτίου τὴν ἡγεμονίαν ἔχοντος. ἐπὶ πολὺν δὲ χρόνον τῆς μάχης καρτερᾶς γενομένης, οἱ μὲν τύραννοι τοῖς πλήϑεσιν ὑπερεῖχον, οἱ δὲ φυγάδες τῇ τῶν τόπων ὀχυρότητι. τέλος δὲ Κριτίου πεσόντος οἱ μετὰ τῶν τριάκοντα κατεπλάγησαν καὶ πρὸς τοὺς ὁμαλωτέρους τόπους κατέφυγον, οὐ τολμώντων τῶν φυγάδων εἰς ἐκείνους καταβαίνειν. μετὰ δὲ ταῦτα συχνῶν ἀφισταμένων πρὸς τοὺς φυγάδας, οἱ περὶ τὸν Θρασύβουλον ἐξαίφνης ἐπέϑεντο τοῖς ἐναντίοις, καὶ μάχῃ κρατήσαντες ἐκυρίευσαν τοῦ Πειραιῶς. εὐθὺ δὲ πολλοὶ μὲν τῶν ἐκ τῆς πόλεως ἐπιϑυμοῦντες ἀπαλλαγῆναι τῆς τυραννίδος συνέρρεον εἰς τὸν Πειραιᾶ, πάντες δ᾽ οἱ κατὰ τὰς πόλεις διερριμμένοι φυγάδες ἀκούοντες τὰ προτερήματα τῶν περὶ Θρασύβουλον, ἧκον εἰς Πειραιᾶ, καὶ τὸ λοιπὸν ἤδη πολὺ ταῖς δυνάμεσιν οἱ φυγάδες ὑπερεῖχον. διὸ καὶ πολιορκεῖν τὴν
Note a pie di pagina
1 2 τοῦ χ. καταλιπὼν φυλακὴν O-PA
2 10 ἔρημον] ἐρυμνὸν Reiske