Textus Originalis

Ol. 94, 4 : 401 a. Chr. 237

Ol. 94, 4 : 401 a. Chr. 237

πόλιν ἐπεχείρησαν. οἱ δ᾽ ἐν ταῖς Ἀϑήναις τοὺς μὲν τριάκοντα τῆς ἀρχῆς παύσαντες ἐκ τῆς πόλεως ἐξέπεμψαν, δέκα δ᾽ ἄνδρας κατέστησαν αὐτοκράτορας, εἰ δύναιντο, μάλιστα φιλικῶς διαλύεσϑαι τὸν πόλεμον. οὗτοι δὲ παραλαβόντες τὴν ἀρχὴν τούτων μὲν ἠμέλησαν, ἑαυτοὺς δὲ τυράννους ἀποδείξαντες ἀπὸ Λακεδαίμονος τετταράκοντα ναῦς μετεπέμψαντο καὶ στρατιώτας χιλίους, ὧν ἦρχε Λύσανδρος. Παυσανίας δὲ ὁ τῶν Λακεδαιμονίων βασιλεύς, φϑονῶν μὲν τῷ Λυσάνδρῳ, ϑεωρῶν δὲ τὴν Σπάρτην ἀδοξοῦσαν παρὰ τοῖς Ἕλλησιν, ἀνέζευξε μετὰ δυνάμεως πολλῆς, καὶ παραγενηϑεὶς εἰς Ἀϑήνας διήλλαξε τοὺς ἐν τῇ πόλει πρὸς τοὺς φυγάδας. διόπερ Ἀϑηναῖοι μὲν ἐκομίσαντο τὴν πατρίδα καὶ τὸ λοιπὸν τοῖς ἰδίοις νόμοις ἐπολιτεύοντο, τοῖς δ᾽ εὐλαβουμένοις, μή τι πάϑωσι διὰ τὰ γενόμενα κατὰ τὸ συνεχὲς αὐτῶν ἀδικήματα, τὴν Ἐλευσῖνα κατοικεῖν συνεχώρησαν. Ἠλεῖοι δὲ φοβηϑέντες τὴν τῶν Λακεδαιμονίων ὑπεροχήν, κατέλυσαν τὸν πρὸς αὐτοὺς πόλεμον, ἐφ᾽ ᾧ τὰς τριήρεις δοῦναι Λακεδαιμονίοις καὶ τὰς περιοικούσας πόλεις αὐτονόμους ἀφεῖναι. Λακεδαιμόνιοι δὲ καταλελυκότες τοὺς πολέμους καὶ σχολὴν ἔχοντες ἐστράτευσαν ἐπὶ Μεσσηνίους, ὧν οἱ μὲν ἐν Κεφαλληνίᾳ φρούριόν τι κατῴκουν, οἱ δὲ Ναύπακτον ἐν τοῖς προσεσπερίοις λεγομένοις Λοκροῖς, δόντων Ἀϑηναίων. ἐκβαλόντες δ᾽ αὐτοὺς ἐκ τῶν τόπων ἀπέδωκαν τὰ φρούρια, τὸ μὲν τοῖς τὴν

Note a pie di pagina

1 4 εἴ ἢ Dind.

2 25 Κεφαληνία PJ