Textus Originalis

238 DIODOR. XIV. 34. 35.

238 DIODOR. XIV. 34. 35.

Κεφαλληνίαν οἰκοῦσι, τὸ δὲ τοῖς Λοκροῖς. οἱ δὲ Μεσσήνιοι διὰ τὸ παλαιὸν πρὸς τοὺς Σπαρτιάτας μῖσος πανταχόϑεν ἑλαυνόμενοι μετὰ τῶν ὅπλων ἀπηλλάγησαν ἐκ τῆς Ἑλλάδος, καὶ τινὲς μὲν αὐτῶν πλεύσαντες εἰς Σικελίαν ἐγένοντο Διονυσίου μισϑοφόροι, τινὲς δ᾽ εἰς Κυρήνην ἔπλευσαν, περὶ τρισχιλίους ὄντες, καὶ μετὰ τῶν ἐκεῖ φυγάδων ἐτάχϑησαν. οἱ γὰρ Κυρηναῖοι κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐν ταραχῇ καϑειστήκεισαν, Ἀρίστωνος καί τινων ἑτέρων κατειληφότων τὴν πόλιν. προσφάτως μὲν πεντακόσιοι τῶν δυνατωτάτων ἀνῃρημένοι ἦσαν, τῶν δ᾽ ἄλλων ἐπεφεύγεισαν οἱ χαριέστατοι. οὐ μὴν ἀλλ᾽ οἱ φυγάδες προσλαμβανόμενοι τοὺς Μεσσηνίους παρετάξαντο πρὸς τοὺς τὴν πόλιν κατειληφότας, καὶ τῶν μὲν Κυρηναίων πολλοὶ παρ᾽ ἀμφοτέροις ἔπεσον, οἱ δὲ Μεσσήνιοι σχεδὸν ἅπαντες ἀνῃρέϑησαν. μετὰ δὲ τὴν παράταξιν οἱ Κυρηναῖοι πρὸς ἀλλήλους διαπρεσβευσάμενοι διηλλάγησαν, καὶ παραχρῆμα ὁρκωμοτήσαντες μὴ μνησικακήσειν, κοινῇ τὴν πόλιν κατῴκησαν. Περὶ δὲ τοὺς αὐτοὺς χρόνους Ῥωμαῖοι προσέϑηκαν οἰκήτορας εἰς τὰς ὀνομαζομένας Οὐελίτρας. Τοῦ δ᾽ ἔτους τούτου διελϑόντος Ἀϑήνησι μὲν ἦρχε Λάχης, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διῴκουν χιλίαρχοι, Μάνιος Κλώδιος, Μάρκος Κοΐντιος, Λεύκιος Ἰούλιος, Μάρκος Φούριος, Λεύκιος

Note a pie di pagina

1 1 Κεφαληνίαν F

2 8 εὐλαβούμενοι P

3 12 οὐ μὴν ἀλλ᾽ οἱ Dind. οἱ μὲν ἄλλοι o

4 22 Οὐελίτρας Rhod., οὐέντους o

5 23 διεληλυθότος malim (19, 1. 32, 1)

6 25 Κλαύδιος JK Μάρκος Κοΐντιος Λεύκιος Ἰούλιος om. P

7 26 Φρούριος PF Λεύκιος P, om. A, καὶ Λεύκιος c