Textus Originalis
Ol. 95, 1 : 400 a. Chr. 239
Οὐαλέριος. ἐγενήϑη δὲ καὶ ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἐνενήκοντα, καϑ' ἣν ἐνίκα στάδιον Μίνως Ἀϑηναῖος. κατὰ δὲ τούτους τοὺς χρόνους Ἀρταξέρξης μὲν ὁ τῆς Ἀσίας βασιλεὺς καταπεπολεμηκὼς Κῦρον ἀπεστάλκει Τισσαφέρνην παραληψόμενον πάσας τὰς ἐπὶ ϑαλάττῃ σατραπείας. διόπερ οἱ Κύρῳ συμμαχήσαντες σατράπαι καὶ πόλεις ἐν ἀγωνίᾳ πολλῇ καϑειστήκεισαν, μήποτε δῶσι τιμωρίαν ὑπὲρ ὧν ἐξήμαρτον εἰς τὸν βασιλέα. οἱ μὲν οὖν ἄλλοι σατράπαι διαπρεσβευσάμενοι πρὸς Τισσαφέρνην ἐξεϑεράπευον καὶ τὰ καϑ' αὑτοὺς ἐτίϑεντο πρὸς αὐτόν, ὅπως ποτ᾽ ἦσαν δυνατοί· Ταμὼς δέ, μέγιστος ὢν αὐτῶν καὶ τῆς Ἰωνίας ἀφηγούμενος, εἰς τὰς τριήρεις ἐνέϑετο τὰ χρήματα καὶ τοὺς υἱοὺς ἅπαντας πλὴν ἑνὸς τοῦ καλουμένου μὲν Γλοῦ, μετὰ δέ τινας χρόνους ἀφηγησαμένου τῶν βασιλικῶν δυνάμεων. εὐλαβηϑεὶς οὖν ὁ Ταμὼς τὸν Τισσαφέρνην ἀπῆρεν εἰς Αἴγυπτον μετὰ τοῦ στόλου, καὶ κατέφυγε πρὸς Ψαμμήτιχον τὸν βασιλέα τῶν Αἰγυπτίων, ἀπόγονον ὄντα τοῦ Ψαμμητίχου. οὔσης δ᾽ αὐτῷ προγεγενημένης εὐεργεσίας εἰς τὸν βασιλέα, διελάμβανε τοῦτον ἕξειν οἷόν τινα λιμένα τῶν ἀπὸ τοῦ βασιλέως κινδύνων. ὁ δὲ Ψαμμήτιχος τήν τε εὐεργεσίαν καὶ τὸ πρὸς τοὺς ἱκέτας ὅσιον παρ᾽ οὐδὲν ἡγησάμενος ἀπέσφαξε τὸν ἱκέτην καὶ φίλον μετὰ τῶν τέκνων,
Note a pie di pagina
1 2 Μίνως] Μένων Dind.
2 5 Τισσαφέρνην Wess., Φαρνάβαζον o
3 6 ϑαλάττης L σατραπίας P
4 8 δόσειν P
5 15 Γλοῦ Wess., γλου o
6 17 οὖν eras. P, οὖν ὁ om. F
7 19 Ψαμμητειχ. P1, Ψαμμιτιχ. c (item infra)
8 22 οἷόν PAΚ, οἱονεί c