Textus Originalis
240 DIODOR. XIV 35—37.
ὅπως τῶν τε χρημάτων καὶ τοῦ στόλου γένηται κύριος. Αἱ δὲ κατὰ τὴν Ἀσίαν Ἑλληνίδες πόλεις πυνϑανόμεναι τὴν τοῦ Τισσαφέρνους κατάβασιν, περὶ σφῶν ἀγωνιῶσαι πρὸς Λακεδαιμονίους ἔπεμψαν πρέσβεις, δεόμεναι μὴ περιιδεῖν ἑαυτὰς ὑπὸ τῶν βαρβάρων ἀναστάτους γινομένας. οἱ δὲ Λακεδαιμόνιοι βοηϑήσειν ἐπαγγειλάμενοι, πρὸς Τισσαφέρνην ἔπεμψαν πρέσβεις τοὺς ἐροῦντας μὴ ὅπλα πολέμια ἐπιφέρειν ταῖς Ἑλληνίσι πόλεσιν. Τισσαφέρνης δὲ μετὰ δυνάμεως ἐπὶ πρώτην ἐλϑὼν τὴν Κυμαίων πόλιν τήν τε χώραν ἐπόρϑησεν ἅπασαν καὶ πολλῶν αἰχμαλώτων ἐγκρατὴς ἐγένετο· μετὰ δὲ ταῦτα συγκλείσας αὐτοὺς εἰς πολιορκίαν, ὡς ὁ μὲν χειμὼν συνήγγισε, τὴν δὲ πόλιν ἑλεῖν οὐκ ἠδύνατο, τοὺς αἰχμαλώτους πολλῶν χρημάτων ἀπελύτρωσε καὶ τὴν πολιορκίαν ἔλυσεν. Λακεδαιμόνιοι δὲ ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον Θίβρωνα καταστήσαντες ἡγεμόνα χιλίους μὲν τῶν πολιτῶν ἔδωκαν, παρὰ δὲ τῶν συμμάχων ἐκέλευσαν στρατολογεῖν ὅσους ἂν αὐτῷ φαίνηται συμφέρειν. ὁ δὲ Θίβρων πορευϑεὶς εἰς Κόρινϑον, κἀκεῖ παρὰ τῶν συμμάχων μεταπεμψάμενος στρατιώτας, ἐξέπλευσεν εἰς Ἔφεσον ἔχων οὐ πλείους πεντακισχιλίων. ἐκεῖ δὲ ἔκ τε τῶν ἰδίων πόλεων καὶ τῶν ἄλλων ὡς δισχιλίους καταγράψας, ἀνέζευξε τοὺς πάντας ἔχων πλείους ἑπτακισχιλίων.
Note a pie di pagina
1 3 πόλεις Ἑλληνίδες o-PA — 4 τοῦ om. o
2 6 αὐτὰς v
3 7 γινομένας ἀναστάτους o-PAF
4 17 πρὸς] πρὸς τὸν Dind.
5 20 ὅσους] οὓς v
6 24 ἰδίων] Ἰάδων Cobet; ἐκ τῶν ἐν τῇ ἠπείρῳ Ἑλληνίδων πόλεων Xen. Hell III 1, 6
7 25 ἔχων] οὐ add. Hert. (c. 39, 5)