Textus Originalis
Ol. 95, 1 : 400 a. Chr. 241
διελϑὼν δ᾽ ὡς ἑκατὸν εἴκοσι σταδίους πρὸς Μαγνησίαν ἧκεν, ἧς ἦρχε Τισσαφέρνης· ταύτην δ’ ἐξ ἐφόδου παραλαβών, καὶ ταχέως ἐπὶ Τράλλεις τῆς Ἰωνίας πορευϑείς, ἐπεχείρησε πολιορκεῖν τὴν πόλιν· οὐδὲν δὲ δυνάμενος πρᾶξαι δι’ ὀχυρότητα, πάλιν εἰς Μαγνησίαν ἀπεχώρησεν. ταύτης δ᾽ οὔσης ἀτειχίστου, καὶ διὰ τοῦτο φοβούμενος μήποτε χωρισϑέντος αὐτοῦ κυριεύσῃ τῆς πόλεως ὁ Τισσαφέρνης, μετῴκισεν αὐτὴν πρὸς τὸ πλησίον ὄρος, ὃ καλοῦσι Θώρακα· αὐτὸς δ᾽ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν τοὺς στρατιώτας ἐνέπλησε παντοίας ὠφελείας. Τισσαφέρνους δὲ μετὰ πολλῆς ἵππου παραγενομένου διευλαβηϑεὶς ἀνέστρεψεν εἰς Ἔφεσον. Περὶ δὲ τὸν αὐτὸν χρόνον τῶν ἐστρατευμένων μετὰ Κύρου καὶ διασωϑέντων εἰς τὴν Ἑλλάδα τινὲς μὲν εἰς τὰς ἰδίας πατρίδας ἀπηλλάγησαν, οἱ δὲ πλεῖστοι στρατιωτικὸν εἰϑισμένοι ζῆν βίον, καὶ σχεδὸν ὄντες πεντακισχίλιοι, στρατηγὸν αὑτῶν εἵλαντο Ξενοφῶντα, ὃς ἀναλαβὼν τὴν δύναμιν ὥρμησε πολεμήσων Θρᾷκας τοὺς περὶ τὸν Σαλμυδησσὸν οἰκοῦντας. οὗτος δ᾽ ἔστι μὲν ἐπ’ ἀριστερᾷ τοῦ Πόντου, παρεκτείνων δ᾽ ἐπὶ πολὺ πλεῖστα ποιεῖ ναυάγια. οἱ μὲν οὖν Θρᾷκες εἰώϑεισαν περὶ τούτους τοὺς τόπους ἐφεδρεύοντες τοὺς ἐκπίπτοντας τῶν ἐμπόρων αἰχμαλωτίζειν. ὁ δὲ Ξενοφῶν μετὰ τῶν συνηϑροισμένων στρατιωτῶν ἐμβαλὼν αὐτῶν εἰς τὴν χώραν μάχῃ τε ἐνίκησε καὶ τὰς πλείστας τῶν
Note a pie di pagina
1 2 ἧκεν s. l. add. P2, om. c
2 5 δι᾽] διὰ τὴν Dind.
3 9 μετῴκησεν PK
4 12 Τισσαφέρνης P παραγενόμενος P1
5 18 αὐτῶν PA
6 21 ἀριστερῶ P