Textus Originalis

242 DIODOR. XIV 37. 38.

242 DIODOR. XIV 37. 38.

κωμῶν ἐνέπρησεν· μετὰ δὲ ταῦτα Θίβρωνος αὐτοὺς μεταπεμπομένου καὶ μισϑοὺς ἐπαγγελλομένου δώσειν, πρὸς ἐκεῖνον ἀπεχώρησαν καὶ μετὰ Λακεδαιμονίων ἐπολέμουν τοῖς Πέρσαις. Τούτων δὲ πραττομένων Διονύσιος μὲν ἐν τῇ Σικελίᾳ πόλιν ἔκτισεν ὑπ αὐτὸν τὸν τῆς Αἴτνης λόφον, καὶ ἀπό τινος ἐπιφανοῦς ἱεροῦ προσηγόρευσεν αὐτὴν Ἄδρανον. κατὰ δὲ τὴν Μακεδονίαν Ἀρχέλαος ὁ βασιλεὺς ἔν τινι κυνηγίῳ πληγεὶς ἀκουσίως ὑπὸ Κρατεροῦ τοῦ ἐρωμένου τὸν βίον μετήλλαξε, βασιλεύσας ἔτη ἑπτά· τὴν δ᾽ ἀρχὴν διεδέξατο Ὀρέστης παῖς ὤν, ὃν ἀνελὼν Ἀέροπος ἐπίτροπος ὢν κατέσχε τὴν βασιλείαν ἔτη ἕξ. Ἀϑήνησι δὲ Σωκράτης ὁ φιλόσοφος ὑπ᾽ Ἀνύτου καὶ Μελήτου κατηγορηϑεὶς ἐπὶ ἀσεβείᾳ καὶ φϑορᾷ τῶν νέων, ϑανάτῳ κατεδικάσϑη καὶ πιὼν κώνειον ἐτελεύτησεν. ἀδίκου δὲ τῆς κατηγορίας γεγενημένης ὁ δῆμος μετεμελήϑη, τηλικοῦτον ἄνδρα ϑεωρῶν ἀνῃρημένον· διόπερ τοὺς κατηγορήσαντας δι᾽ ὀργῆς εἶχε καὶ τέλος ἀκρίτους ἀπέκτεινεν. Τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυϑότος Ἀϑήνησι μὲν τὴν ἀρχὴν Ἀριστοκράτης παρέλαβεν, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν ἕξ χιλίαρχοι διεδέξαντο, Γάιος Σερουίλιος καὶ Λούκιος Οὐεργίνιος, Κόιντος Σουλπίκιος, Αὖλος Μανίλιος, Μάνιος Σέργιος.

Note a pie di pagina

1 1 Θήβρωνος P1

2 11 ἑπτά] ἑπτὰ καὶ δέκα Palmer. ex VII 15, 2 (cf. XIII 49, 1 et 103, 5); τέσσαρες καὶ δέκα H. Prideaux et H. Dodwell

3 19 εἶχον AF (εἶχεν P)

4 20 ἀκρίτους om. F

5 24 καὶ om. K, καὶ Κόιντος J. Weber ex Liv. V 8

6 25 σουλουπίκιος P, σλουπίκιος A, οὐλπίκιος F Μανίλιος P, Μαμίλιος v, Μάνλιος Pighius Μάνιος Σέργιος Rhod., μανίλιος καὶ σέργιος P, om. A, Κάπιτος Κλώδιος καὶ Μάρκος Ἄγκος v