Textus Originalis

Ol. 95, 2 : 399 a. Chr. 243

Ol. 95, 2 : 399 a. Chr. 243

τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Λακεδαιμόνιοι πυϑόμενοι τὸν Θίβρωνα κακῶς διοικοῦντα τὰ κατὰ τὸν πόλεμον, Δερκυλίδαν στρατηγὸν εἰς τὴν Ἀσίαν ἐξέπεμψαν· ὃς παραλαβὼν τὴν δύναμιν ἐστράτευσεν ἐπὶ τὰς ἐν τῇ Τρῳάδι πόλεις. Ἁμάξιτον μὲν οὖν καὶ Κολώνας καὶ Λάρισαν εἷλεν ἐξ ἐφόδου· μετὰ δὲ ταῦτα Ἴλιον καὶ Κεβρηνίαν καὶ τὰς ἄλλας ἁπάσας. τὰς κατὰ τὴν Τρῳάδα ἃς μὲν δόλῳ παρέλαβεν, ἃς δ᾽ ἐκ βίας ἐχειρώσατο. μετὰ δὲ ταῦτα πρὸς Φαρνάβαζον ὀκταμηνιαίους ἀνοχὰς ποιησάμενος, ἐστράτευσεν ἐπὶ Θρᾷκας τοὺς περὶ Βιϑυνίαν τότε κατοικοῦντας· πορϑήσας δ᾽ αὐτῶν τὴν χώραν ἀπήγαγε τὴν δύναμιν εἰς παραχειμασίαν. ἐν Ἡρακλείᾳ δὲ τῇ περὶ Τραχῖνα στάσεως γενομένης, Ἡριππίδαν ἐξέπεμψαν Λακεδαιμόνιοι καταστήσοντα τὰ πράγματα. ὃς παραγενόμενος εἰς Ἡράκλειαν συνήγαγεν εἰς ἐκκλησίαν τὰ πλήϑη, καὶ περιστήσας ἐν τοῖς ὅπλοις συνέλαβε τοὺς αἰτίους καὶ πάντας ἀνεῖλεν, ὄντας περὶ πεντακοσίους. τῶν δὲ περὶ τὴν Οἴτην κατοικούντων ἀποστάντων ἐπολέμησεν αὐτοῖς, καὶ πολλοῖς περιβαλὼν κακοῖς ἠνάγκασεν ἐκλιπεῖν τὴν πατρίδα, ὧν οἱ πλεῖστοι μετὰ τῶν τέκνων καὶ γυναικῶν ἔφυγον εἰς Θεσσαλίαν, καὶ μετὰ πέντε ἔτη κατήχϑησαν ὑπὸ Βοιωτῶν. τούτων δὲ πραττομένων

Note a pie di pagina

1 3 Δερκυλλίδαν o-PAK

2 5 Ἁμάξιτον Rhod., ἀνάξιτον o

3 6 Ἀρίσβαν A; Λάρισαν Xen. Hell. III 1, 13

4 9 πρὸς Φαρνάβαζον] Φαρνάβαζος P

5 10 ὀκταμηναίους P (cf. XI 30, 6. XII 78, 4

6 14 Ἡριπίδαν v

7 17 ἐν τοῖς ὅπλοις] τοὺς ὁπλίτας Polyaen. II 21, αὐτοῖς ὁπλίτας Hert. (cf. c. 4, 6. XV 75, 1)

8 24 ὑπὸ Βοιωτῶν Dind. ex c. 82, 7, εἰς Βοιωτίαν o; εἰς Οἰταίαν fort.