Textus Originalis

244 DIODOR. XIV 38—40.

244 DIODOR. XIV 38—40.

Θρᾷκες πολλοῖς πλήϑεσιν ἐνέβαλον εἰς τὴν Χερρόνησον, καὶ τὴν χώραν πᾶσαν πορϑήσαντες τειχήρεις συνεῖχον τὰς ἐν αὐτῇ πόλεις. οἱ δὲ Χερρονησῖται πιεζόμενοι τῷ πολέμῳ μετεπέμψαντο Δερκυλίδαν τὸν Λακεδαιμόνιον ἐκ τῆς Ἀσίας. οὗτος δὲ διαβὰς μετὰ τῆς δυνάμεως τοὺς μὲν Θρᾷκας ἐξήλασεν ἐκ τῆς χώρας, τὴν δὲ Χερρόνησον ἀπὸ ϑαλάττης ἀρξάμενος μέχρι ϑαλάττης διετείχισεν. τοῦτο δὲ πράξας τοὺς μὲν Θρᾷκας ἐκώλυσε τῆς εἰς τὸν μετὰ ταῦτα χρόνον καταδρομῆς, αὐτὸς δὲ μεγάλαις δωρεαῖς τιμηϑεὶς διεβίβασε τὸ στρατόπεδον εἰς τὴν Ἀσίαν. Φαρνάβαζος δὲ τῶν πρὸς Λακεδαιμονίους ἀνοχῶν γενομένων ἀνέβη πρὸς τὸν βασιλέα, καὶ συνέπεισεν αὐτὸν στόλον ἑτοιμάσαι καὶ ναύαρχον ἐπιστῆσαι Κόνωνα τὸν Ἀϑηναῖον· οὗτος γὰρ ἦν ἔμπειρος τῶν κατὰ πόλεμον ἀγώνων, καὶ μάλιστα τῶν πολεμίων· πολεμικώτατος δ᾽ ὢν ἐν Κύπρῳ διέτριβε παρ᾽ Εὐαγόρᾳ τῷ βασιλεῖ. πεισϑέντος δὲ τοῦ βασιλέως, Φαρνάβαζος λαβὼν ἀργυρίου τάλαντα πεντακόσια παρεσκευάζετο κατασκευάζειν ναυτικόν. διαπλεύσας οὖν εἰς Κύπρον τοῖς μὲν ἐκεῖ βασιλεῦσι παρήγγειλεν ἑκατὸν τριήρεις ἑτοιμάζειν, τῷ δὲ Κόνωνι περὶ τῆς ναυαρχίας διαλεχϑεὶς ἐπέστησεν αὐτὸν ἐπὶ τὴν ϑάλατταν ἡγεμόνα, μεγάλας ὑποφαίνων παρὰ τοῦ βασιλέως ἐλπίδας. ὁ δὲ Κόνων ἅμα μὲν ἐλπίζων ἀνακτήσεσϑαι τῇ πατρίδι τὴν ἡγεμονίαν,

Note a pie di pagina

1 1 πολλοὶ P

2 4 πιεζούμενοι P1 Δερκυλλίδα PA, Δερκυλλίδαν c

3 14 ἐπιστῆσαι PaF, καταστῆσαι c

4 16 πολεμίων] ναυτικῶν Wess., πελαγίων Dind.

5 17 πολεμικώτατος] φυγὰς Reiske

6 24 τῶν κατὰ θάλατταν Reiske (c. 85, 1)

7 26 ἀνακτήσασθαι PAFJL