Textus Originalis

Ol. 95, 2 : 399 a. Chr. 245

Ol. 95, 2 : 399 a. Chr. 245

εἰ Λακεδαιμόνιοι καταπολεμηϑεῖεν, ἅμα δ᾽ αὐτὸς μεγάλης τεύξεσϑαι δόξης, προσεδέξατο τὴν ναυαρχίαν. οὔπω δὲ τοῦ στόλου παντὸς παρεσκευασμένου, τὰς ἑτοίμους ναῦς τετταράκοντα λαβὼν διέπλευσεν εἰς Κιλικίαν, κἀκεῖ τὰ πρὸς τὸν πόλεμον ἡτοιμάζετο. Φαρνάβαζος δὲ καὶ Τισσαφέρνης ἐκ τῶν ἰδίων σατραπειῶν ἀϑροίσαντες στρατιώτας ἀνέξευξαν, ἐπὶ τῆς Ἐφέσου τὴν πορείαν ποιούμενοι διὰ τὸ τοὺς πολεμίους ἔχειν ἐνταῦϑα τὴν δύναμιν. καὶ συνηκολούϑουν αὐτοῖς πεζοὶ μὲν δισμύριοι, ἱππεῖς δὲ μύριοι. ἀκούων δὲ τῶν Περσῶν τὴν ἔφοδον Δερκυλίδας ὁ τῶν Λακεδαιμονίων ἀφηγούμενος ἐξήγαγε τὴν δύναμιν, ἔχων τοὺς πάντας οὐ πλείους τῶν ἑπτακισχιλίων. ὡς δ᾽ ἐγγὺς ἀλλήλων ἐγενήϑη τὰ στρατόπεδα, σπονδὰς ἐποιήσαντο καὶ χρόνον ὥρισαν, ἐν ᾧ Φαρνάβαζος μὲν πρὸς τὸν βασιλέα πέμψει περὶ συνθηκῶν, εἰ βούλοιτο καταλῦσαι τὸν πόλεμον, Δερκυλίδας δὲ τοῖς Σπαρτιάταις δηλώσει περὶ τούτων. οὗτοι μὲν οὖν οὕτω διέλυσαν τὰ στρατόπεδα. Ῥηγῖνοι δὲ Χαλκιδέων ὄντες ἄποικοι τὴν αὔξησιν τοῦ Διονυσίου χαλεπῶς ἑώρων. Ναξίους μὲν γὰρ καὶ Καταναίους συγγενεῖς ὄντας ἐξηνδραποδίσατο, τοῖς δὲ Ῥηγίνοις, γένους τοῦ αὐτοῦ μετέχουσι τοῖς ἠτυχηκόσιν, οὐ τὴν τυχοῦσαν ἀγωνίαν παρεῖχε τὸ γεγονός, πάντων εὐλαβουμένων μὴ ταῖς αὐταῖς συμφο-

Note a pie di pagina

1 2 τεύξασθαι PA

2 6 ἑτοιμάζετο P

3 7 σατραπιῶν P

4 13 Δερκυλλίδας O (= v. 18)

5 21 Χαλκιδαίων P1

6 24 γένους add. Reiske; ipse μετέχουσι mutare malim in γένους οὖσι, sed totus locus aegrotat τοὺς ἠτυχηκότας P

7 25 παρείχετο (τὸ γεγονός del.) Reiske (c. 43, 1)