Textus Originalis
246 DIODOR. XIV 40. 41.
ραῖς περιπέσωσιν. ἔδοξεν οὖν αὐτοῖς, πρὶν τελείως ἰσχυρὸν γενέσϑαι τὸν τύραννον, στρατεύειν ἐπ᾽ αὐτὸν κατὰ τάχος. παρὰ τοῦ Ῥηγίνου λαβόντας πρὸς τὸν πόλεμον οὐκ ἐλάχιστα καὶ οἱ φυγαδευϑέντες τῶν Συρακοσίων ὑπὸ Διονυσίου· τότε γὰρ οἱ πλεῖστοι διατρίβοντες ἐν Ῥηγίῳ διετέλουν περὶ τούτων διαλεγόμενοι, διδάσκοντες ὅτι συνεπιϑήσονται τῷ καιρῷ πάντες οἱ Συρακόσιοι. τέλος δὲ καταστήσαντες στρατηγούς, ἐξέπεμψαν μὲν αὐτῶν πεζοὺς μὲν ἑξακισχιλίους, ἱππεῖς δὲ ἑξακοσίους, τριήρεις δὲ πεντήκοντα. οὗτοι δὲ διαπλεύσαντες τὸν πορϑμὸν ἔπεισαν τοὺς τῶν Μεσσηνίων στρατηγοὺς κοινωνῆσαι τοῦ πολέμου, φάσκοντες δεινὸν εἶναι περιιδεῖν ἀστυγείτονας Ἑλληνίδας πόλεις ἄρδην ἀνῃρημένας ὑπὸ τοῦ τυράννου. οἱ μὲν οὖν στρατηγοὶ πεισϑέντες τοῖς Ῥηγίνοις ἄνευ τῆς τοῦ δήμου γνώμης ἐξήγαγον τοὺς στρατιώτας· ἦσαν δ᾽ οὗτοι πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ τετρακόσιοι, τριήρεις δὲ τριάκοντα. ἐπεὶ δὲ προῆλϑον αἱ προειρημέναι δυνάμεις πρὸς τοὺς ὅρους τῆς Μεσσήνης, ἐνέπεσεν εἰς τοὺς στρατιώτας στάσις, Λαομέδοντος τοῦ Μεσσηνίου δημηγορήσαντος· οὗτος γὰρ συνεβούλευε μὴ κατάρχεσϑαι πολέμου πρὸς τὸν Διονύσιον μηδὲν αὐτοὺς ἠδικηκότα. οἱ μὲν οὖν τῶν Μεσσηνίων
Note a pie di pagina
1 3 παρὰ τοῦ Ῥηγίνου PAF, παρὰ τῶν Ῥηγίνων c; παραχρῆμα δὲ Bezzel λαβόντας] συνεβάλοντο Bezzel; προσέθεντο δ᾽ αὐτοῖς παρὰ τῶν Ῥηγίνων λαβόντες Rhod., προθύμους δὲ τοὺς Ῥηγίνους λαβόντες παρώρμων Reiske, παρώρμων δὲ τῶν Ῥηγίνων τοὺς παρακαλοῦντας Madvig
2 4 τοὺς φυγαδευϑέντας P
3 7 συνεπιθήσονται Wess., συνεπείσθησαν o
4 20 Μεσσηνίας Madvig