Textus Originalis
Ol. 95, 3 : 398 a. Chr. 247
στρατιῶται, τὸν πόλεμον οὐκ ἐπικεκυρωκότος τοῦ δήμου, παραχρῆμ᾽ ἐπείσϑησαν, καὶ τοὺς στρατηγοὺς καταλιπόντες ἀνέκαμψαν εἰς τὴν πατρίδα· Ῥηγῖνοι δ᾽ οὐκ ὄντες ἀξιόμαχοι καϑ' ἑαυτούς, ἐπειδὴ τοὺς Μεσσηνίους ἑώρων διαλύοντας τὸ στρατόπεδον, καὶ αὐτοὶ ταχέως ἀνέκαμψαν εἰς Ῥήγιον. Διονύσιος δὲ τὸ μὲν πρῶτον ἐπὶ τοὺς ὅρους τῆς Συρακοσίας ἐξήγαγε τὴν δύναμιν, προσδεχόμενος τὴν τῶν πολεμίων ἔφοδον· ὡς δ᾽ ἤκουσε τὴν ἀνάζευξιν αὐτῶν, ἀπήγαγε τὴν στρατιὰν εἰς τὰς Συρακούσας· διαπρεσβευσαμένων δὲ τῶν Ῥηγίνων καὶ τῶν Μεσσηνίων περὶ εἰρήνης, κρίνων συμφέρον εἶναι διαλύεσθαι τὴν ἔχϑραν πρὸς τὰς πόλεις, συνέϑετο τὴν εἰρήνην. Ὁρῶν δὲ τῶν Ἑλλήνων τινὰς εἰς τὴν ἐπικράτειαν τῶν Καρχηδονίων ἀποτρέχοντας τάς τε πόλεις καὶ τὰς κτήσεις κομιζομένους, ἐνόμιζε τῆς πρὸς Καρχηδονίους εἰρήνης μενούσης πολλοὺς τῶν ὑφ᾽ αὑτὸν ταττομένων βουλήσεσϑαι κοινωνεῖν τῆς ἐκείνων ἐπιστασίας, ἐὰν δὲ πόλεμος γένηται, πάντας τοὺς καταδεδουλωμένους ὑπὸ Καρχηδονίων ἀποστήσεσϑαι πρὸς αὐτόν· ἤκουσε δὲ καὶ τῶν Καρχηδονίων πολλοὺς ἐν Λιβύῃ διεφϑάρϑαι λοιμικῇ καταστάσει περιπεσόντας. διὸ καὶ νομίζων εὔϑετον ἔχειν καιρὸν τοῦ πολέμου, κατασκευὴν ἔκρινε δεῖν πρῶτον γίνεσϑαι· ὑπελάμβανε γὰρ ἔσεσθαι μέγαν καὶ πολυχρό-
Note a pie di pagina
1 1 ἐπικεκηρυκότος o, corr. Wess.
2 9 παρὰ τὴν O-A
3 12 κρίνων περὶ εἰρήνης o, corr. Steph.
4 17 πρὸς F πρὸς τοὺς c
5 20 ἐπιστασίας c. 82, 9] ἐπιστάσεως o, ἀποστάσεως Wurm