Textus Originalis

248 DIODOR. XIV 41. 42.

248 DIODOR. XIV 41. 42.

νιον τὸν πόλεμον, ὡς ἂν πρὸς τοὺς δυνατωτάτους τῶν κατὰ τὴν Εὐρώπην μέλλων διαγωνίζεσϑαι. εὐϑὺς οὖν τοὺς τεχνίτας ἤϑροιζεν ἐκ μὲν τῶν ὑπ᾽ αὐτὸν ταττομένων πόλεων κατὰ πρόσταγμα, τοὺς δ᾽ ἐξ Ἰταλίας καὶ τῆς Ἑλλάδος, ἔτι δὲ τῆς Καρχηδονίων ἐπικρατείας μεγάλοις μισϑοῖς προτρεπόμενος. διενοεῖτο γὰρ ὅπλα μὲν παμπληϑῆ καὶ βέλη παντοῖα κατασκευάσαι, πρὸς δὲ τούτοις ναῦς τετρήρεις καὶ πεντήρεις, οὐδέπω κατ᾽ ἐκείνους τοὺς χρόνους σκάφους πεντηρικοῦ νεναυπηγημένου. συναχϑέντων δὲ πολλῶν τεχνιτῶν, διελὼν αὐτοὺς κατὰ τὰς οἰκείας ἐργασίας κατέστησε τῶν πολιτῶν τοὺς ἐπισημοτάτους, προϑεὶς δωρεὰς μεγάλας τοῖς κατασκευάσασιν ὅπλα. διέδωκε δὲ καὶ τῶν ὅπλων τοῦ γένους ἑκάστου τύπον διὰ τὸ τοὺς μισϑοφόρους ἐκ πολλῶν ἐθνῶν συνεστηκέναι· ἔσπευδε γὰρ ἕκαστον τῶν στρατευομένων κοσμῆσαι τοῖς οἰκείοις ὅπλοις, καὶ διελάμβανε τὸ στρατόπεδον πολλὴν ἕξειν κατάπληξιν διὰ ταύτην τὴν αἰτίαν καὶ κατὰ τὰς μάχας κάλλιστα χρήσεσϑαι τῷ συνήϑει καϑοπλισμῷ πάντας τοὺς συναγωνιζομένους. συμπροϑυμουμένων δὲ καὶ τῶν Συρακοσίων τῇ τοῦ Διονυσίου προαιρέσει, πολλὴν συνέβαινε γίνεσϑαι τὴν φιλοτιμίαν περὶ τὴν τῶν ὅπλων κατασκευήν. οὐ μόνον γὰρ ἐν τοῖς προνάοις καὶ τοῖς ὀπισϑοδόμοις τῶν ἱερῶν, ἔτι δὲ τοῖς

Note a pie di pagina

1 3 ὑπομείνας P

2 5 πρὸς τοὺς P, πρὸς v

3 8 τετρήρεις Wess. (c. 42, 2), τὸ τριήρεις o

4 12 ἐπέστησε Eich.

5 13 προσϑεὶς o-PA τοῖς] ἄριστα add. Reiske

6 14 δέδωκε v τοῦ (τὸν malim) γένους Wess., τὸ γένος o, πρὸς γένος Reiske

7 18 διελαμβάνετο o, corr. Steph.

8 20 κάλλιστον o, corr. Dind., κάλλιον malim χρήσασθαι o, corr. Bek.

9 23 γενέσθαι o, corr. Dind.