Textus Originalis
Ol. 95, 3 : 398 a. Chr. 249
γυμνασίοις καὶ ταῖς κατὰ τὴν ἀγορὰν στοαῖς, ἔγεμε πᾶς τόπος τῶν ἐργαζομένων, ἀλλὰ καὶ χωρὶς τῶν δημοσίων τόπων ἐν ταῖς ἐπιφανεστάταις οἰκίαις ὅπλα παμπληϑῆ κατεσκευάζετο. καὶ γὰρ τὸ καταπελτικὸν εὑρέϑη κατὰ τοῦτον τὸν καιρὸν ἐν Συρακούσαις, ὡς ἂν τῶν κρατίστων τεχνιτῶν πανταχόϑεν εἰς ἕνα τόπον συνηγμένων. τὴν γὰρ προϑυμίαν τό τε μέγεϑος τῶν μισϑῶν ἐξεκαλεῖτο καὶ τὸ πλῆϑος τῶν προκειμένων ἄϑλων τοῖς ἀρίστοις κριϑεῖσι· χωρὶς δὲ τούτων περιπορευόμενος τοὺς ἐργαζομένους ὁ Διονύσιος καϑ' ἡμέραν λόγοις τε φιλανϑρώποις ἐχρῆτο καὶ τοὺς προϑυμοτάτους ἐτίμα δωρεαῖς καὶ πρὸς τὰ συνδείπνια παρελάμβανε. διόπερ ἀνυπέρβλητον φιλοτιμίαν εἰσφέροντες οἱ τεχνῖται πολλὰ προσεπενοοῦντο βέλη καὶ μηχανήματα ξένα καὶ δυνάμενα παρέχεσθαι μεγάλας χρείας. ἤρξατο δὲ ναυπηγεῖσϑαι τετρήρεις καὶ πεντηρικὰ σκάφη, πρῶτος ταύτην τὴν κατασκευὴν τῶν νεῶν ἐπινοήσας. ἀκούων γὰρ ὁ Διονύσιος ἐν Κορίνϑῳ ναυπηγηϑῆναι τριήρη πρώτως, ἔσπευδε κατὰ τὴν ἀποικισϑεῖσαν ὑπ᾽ ἐκείνων πόλιν αὐξῆσαι τὸ μέγεϑος τῆς τῶν νεῶν κατασκευῆς. λαβὼν δ᾽ ἐκ τῆς Ἰταλίας ἐξαγωγὴν ὕλης, τοὺς μὲν ἡμίσεις τῶν ὑλοτόμων εἰς τὸ κατὰ τὴν Αἴτνην ὄρος ἀπέστειλε, γέμον κατ᾽ ἐκείνους τοὺς χρόνους πολυτελοῦς ἐλάτης τε καὶ πεύκης, τοὺς δ᾽ ἡμίσεις εἰς τὴν Ἰταλίαν ἀποστείλας
Note a pie di pagina
1 13 τὰ σύνδειπνα aut τὰς συνδειπνίας Reiske
2 15 πρὸς ἐπενοοῦν τὰ βέλη P1
3 17 τετρήρεις Wess., τε τριήρεις o πεντηρικὰ PAL, πεντήρεις καὶ c
4 20 πρώτως c. 50, 4] πρῶτος PA, πρῶτον c κατὰ] καὶ Reiske