Textus Originalis
250 DIODOR. XIV 42—44.
παρεσκευάσατο ζεύγη μὲν τὰ πρὸς τὴν ϑάλατταν κατακομιοῦντα, πλοῖα δὲ καὶ τοὺς ὑπηρέτας πρὸς τὸ τὰς σχεδίας ἀπάγεσϑαι κατὰ τάχος εἰς τὰς Συρακούσας. ὁ δὲ Διονύσιος ἐπειδὴ τὴν ἱκανὴν ὕλην ἤϑροισεν, ὑφ᾽ ἕνα καιρὸν ἤρξατο ναυπηγεῖσϑαι ναῦς πλείους τῶν διακοσίων, ἐπισκευάζειν δὲ τὰς προϋπαρχούσας δέκα πρὸς ταῖς ἑκατόν· ᾠκοδόμει δὲ καὶ νεωσοίκους πολυτελεῖς κύκλῳ τοῦ νῦν ... καλουμένου λιμένος ἑκατὸν ἑξήκοντα, τοὺς πλείστους δύο ναῦς δεχομένους, καὶ τοὺς προϋπάρχοντας ἐϑεράπευεν, ὄντας ἑκατὸν πεντήκοντα. διόπερ τοσούτων ὅπλων καὶ νεῶν κατασκευαζομένων ἐν ἑνὶ τόπῳ, τὸ γινόμενον πολλὴν παρεῖχε τοῖς ϑεωμένοις κατάπληξιν· ὅτε μὲν γάρ τις ἴδοι τὴν περὶ τὰς ναῦς σπουδήν, ἐνόμιζε περὶ ταύτας ἅπαντας πραγματεύεσϑαι τοὺς Σικελιώτας· ὅτε δὲ πάλιν τοῖς τῶν ὁπλοποιῶν καὶ μηχανοποιῶν ἔργοις συμπαραγενηϑείη, περὶ τούτους μόνους ἐνόμιζεν ἅπασαν εἶναι τὴν τῆς ὑπηρεσίας παρασκευήν. οὐ μὴν ἀλλὰ καὶ τῆς περὶ ταῦτα σπουδῆς ἀνυπερβλήτου γινομένης, κατεσκευάσϑησαν ἀσπίδων μὲν τεσσαρεσκαίδεκα μυριάδες, ἐγχειριδίων δὲ καὶ περικεφαλαιῶν παραπλήσιος ἀριϑμός· ἡτοιμάσϑησαν δὲ καὶ ϑώρακες, παντοῖοι μὲν ταῖς κατασκευαῖς, περιττῶς δὲ κατὰ τὴν τέχνην εἰργασμένοι, πλείους τῶν μυρίων τετρακισχιλίων. τούτους δὲ διενοεῖτο διαδιδόναι τοῖς
Note a pie di pagina
1 1 παρεσκεύαστο O, corr. Wess.
2 2 ὁ Eich., τε ὁ
3 8 νῦν] μεγάλου add. Wess., Λακκίου Schubring (ex c. 7, 3)
4 12 ὅπλων Reiske, οἴκων o
5 13 παρείχετο cf. c. 18, 6. 40, 1. XIII 98, 5. 118, 8
6 20 γενομένης
7 26 διδόναι o, corr. Hert.