Textus Originalis

Ol. 95, 3 : 398 a. Chr. 251

Ol. 95, 3 : 398 a. Chr. 251

ἱππεῦσι καὶ τῶν πεζῶν τοῖς ἐφ᾽ ἡγεμονίας τεταγμένοις, ἔτι δὲ τῶν μισϑοφόρων τοῖς σωματοφυλακεῖν μέλλουσιν. κατεσκευάσϑησαν δὲ καὶ καταπέλται παντοῖοι καὶ τῶν ἄλλων βελῶν πολύς τις ἀριϑμός. τῶν δὲ παρασκευασϑεισῶν νεῶν μακρῶν αἱ μὲν ἡμίσεις αὐτῶν εἶχον πολιτικοὺς κυβερνήτας καὶ πρῳρεῖς, ἔτι δὲ τοὺς ταῖς κώπαις χρησομένους, ταῖς δ᾽ ἄλλαις ὁ Διονύσιος ξένους ἐμισϑώσατο. ἐπεὶ δὲ τὰ περὶ τὰς ναῦς καὶ τὴν ὁπλοποιίαν αὐτῷ συντέλειαν ἐλάμβανε, περὶ τὴν τῶν στρατιωτῶν παρασκευὴν ἐγίνετο· τούτους γὰρ ἔκρινε συμφέρειν μὴ πρὸ πολλοῦ μισϑοῦσϑαι πρὸς τὸ μὴ πολλὰς γένεσϑαι δαπάνας. Ἀστυδάμας δ᾽ ὁ τραγῳδιογράφος τότε πρῶτον ἐδίδαξεν· ἔζησε δὲ ἔτη ἑξήκοντα. Ῥωμαῖοι δὲ πολιορκοῦντες τοὺς Βηίους, ἐξελϑόντων τῶν ἐκ τῆς πόλεως οἱ μὲν κατεκόπησαν ὑπὸ τῶν Βηίων, οἱ δ᾽ ἐξέφυγον αἰσχρῶς. Τοῦ δ᾽ ἔτους τούτου διεληλυϑότος Ἀϑήνησι μὲν ἦρξεν Ἰϑυκλῆς, ἐν Ῥώμῃ δ᾽ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι πέντε κατεστάϑησαν, Λεύκιος Ἰούλιος, Μάρκος Φούριος, Μάρκος Αἰμίλιος, Γάιος Κορνήλιος, Καίσων Φάβιος. Διονύσιος δ᾽ ὁ τῶν Συρακοσίων τύραννος, ἐπειδὴ τῶν περὶ τὴν ὁπλο-

Note a pie di pagina

1 5 παρασκευασθέντων PAF

2 6 αὐτῶν dele aut τῶν δὲ νεῶν μ. παρασκ. scribe

3 8 δ᾽ add. Reiske ἄλλαις] ἀλκαῖς P

4 10 κατασκευὴν P

5 16 Βηίους Wess., Βοιοὺς o

6 17 τῶν add. Eich.

7 18 Βοιῶν o

8 21 πέντε P, ἓξ v

9 22 Φρούριος PFAK μάρκος αἰμίλιος P, Μάρκος om. AH, Αἰμίλιος Μάρκος c Γάιος] Γναῖος AH (et Liv. V 10)

10 23 Κορνήλιος, Καίσων Φάβιος om. AH Φάβιος] καὶ Παῦλος Σέξστος add. c