Textus Originalis

252 DIODOR. XIV 44. 45.

252 DIODOR. XIV 44. 45.

ποιίαν καὶ ναυπηγίαν ἔργων τὰ πλεῖστα συντέλειαν εἰλήφει, περὶ τὴν τῶν στρατιωτῶν παρασκευὴν εὐθὺς ἐγένετο. τῶν οὖν Συρακοσίων κατέλεγε τοὺς ἐπιτηδείους εἰς τάξεις, καὶ παρὰ τῶν ὑπ’ αὐτὸν ταττομένων πόλεων μετεπέμπετο τοὺς εὐϑέτους. συνήγαγε δὲ καὶ μισϑοφόρους ἐκ τῆς Ἑλλάδος καὶ μάλιστα παρὰ τῶν Λακεδαιμονίων· οὗτοι γὰρ αὐτῷ συναύξοντες τὴν ἀρχὴν ἔδωκαν ἐξουσίαν ὅσους βούλοιτο παρ᾽ αὐτῶν ξενολογεῖν. καϑόλου δ᾽ ἐκ πολλῶν ἐθνῶν σπεύδων τὸ ξενικὸν στρατόπεδον συνηϑροικέναι, καὶ μισϑοὺς πολλοὺς ἐπαγγελλόμενος, εὕρισκε τοὺς ὑπακούοντας. μέλλων δὲ μέγαν ἐξεγείρειν πόλεμον, ταῖς κατὰ τὴν νῆσον πόλεσι φιλανϑρώπως προσεφέρετο, τὴν εὔνοιαν αὐτῶν ἐκκαλούμενος. τοὺς δὲ παρὰ τὸν πορϑμὸν κατοικοῦντας Ῥηγίνους τε καὶ Μεσσηνίους ὁρῶν ἱκανὴν δύναμιν ἔχοντας συντεταγμένην, εὐλαβεῖτο μήποτε τῶν Καρχηδονίων διαβάντων εἰς Σικελίαν ἐκείνοις πρόσϑωνται· οὐ μικρὰν γὰρ αἱ πόλεις αὗται ῥοπὴν εἶχον, ὁποτέροις εἰς τὸν πόλεμον συμμαχήσειαν. ἃ δὴ λίαν ἀγωνιῶν ὁ Διονύσιος, τοῖς Μεσσηνίοις ἔδωκε πολλὴν τῆς ὁμόρου χώραν, ἰδίους αὐτοὺς κατασκευάζων ταῖς εὐεργεσίαις, πρὸς δὲ Ῥηγίνους ἀπέστειλε πρεσβευτάς, παρακαλῶν ἐπιγαμίαν ποιήσασϑαι καὶ δοῦναι τῶν πολιτικῶν παρϑένων αὐτῷ μίαν συμβιώσασϑαι· ἐπηγγέλλετο δ᾽ αὐτοῖς πολλὴν τῆς συνοριζούσης χώρας κατακτή-

Note a pie di pagina

1 5 τεταγμένων o-PAL

2 11 συναθροῖσαι fort.; καὶ om. P

3 12 ἐγείρειν (om. A?) aut ἐξενεγκεῖν Reiske

4 24 πρεσβευτάς] καὶ add. o

5 26 μίαν αὐτῷ o-PA

6 27 κατακτήσασθαι o