Textus Originalis
Ol. 95, 3 : 398 a. Chr. 253
σεσϑαι, τὴν πόλιν δ᾽ αὐξήσειν ἐφ' ὅσον ἂν αὐτὸς ἰσχύῃ. τῆς γὰρ γυναικὸς αὐτοῦ, ϑυγατρὸς δ᾽ Ἑρμοκράτους, κατὰ τὴν ἀπόστασιν τῶν ἱππέων ἀνῃρημένης, ἔσπευδε τεκνοποιήσασϑαι, διαλαμβάνων τῇ τῶν γεννηϑέντων εὐνοίᾳ βεβαιότατα τηρήσειν τὴν δυναστείαν. οὐ μὴν ἀλλ᾽ ἐν τῷ Ῥηγίῳ συναχϑείσης περὶ τούτων ἐκκλησίας, καὶ πολλῶν ῥηϑέντων λόγων, ἔδοξε τοῖς Ῥηγίνοις μὴ δέξασϑαι τὴν ἐπιγαμίαν. Διονύσιος δ᾽ ἀποτυχὼν ταύτης τῆς ἐπιβολῆς, περὶ τῶν αὐτῶν ἀπέστειλε τοὺς πρεσβευτὰς πρὸς τὸν δῆμον τῶν Λοκρῶν. ὧν ψηφισαμένων τὴν ἐπιγαμίαν, ἐμνήστευεν ὁ Διονύσιος Δωρίδα τὴν Ξενέτου ϑυγατέρα, κατ᾽ ἐκεῖνον τὸν χρόνον ὄντος ἐνδοξοτάτου τῶν πολιτῶν. ὀλίγαις δ᾽ ἡμέραις πρὸ τῶν γάμων ἀπέστειλεν εἰς Λοκροὺς πεντήρη πρῶτον νεναυπηγημένην, ἀργυροῖς καὶ χρυσοῖς κατασκευάσμασι κεκοσμημένην· ἐφ᾽ ἧς διακομίσας τὴν παρϑένον εἰς τὰς Συρακούσας εἰσήγαγεν εἰς τὴν ἀκρόπολιν. ἐμνηστεύσατο δὲ καὶ τῶν πολιτικῶν τὴν ἐπισημοτάτην Ἀριστομάχην, ἐφ’ ἣν ἀποστείλας λευκὸν τέϑριππον ἤγαγεν εἰς τὴν ἰδίαν οἰκίαν. περὶ δὲ τὸν αὐτὸν χρόνον ἀμφοτέρας γήμας συνεχεῖς ἑστιάσεις ἐποιεῖτο τῶν στρατιωτῶν καὶ τῶν πλείστων πολιτῶν· ἀπετίϑετο γὰρ ἤδη τὸ πικρὸν τῆς τυραννίδος, καὶ μεταβαλλόμενος εἰς ἐπιείκειαν φιλαν-
Note a pie di pagina
1 1 ἂν om. L
2 2 ἰσχύει AFJL
3 5 γενηθέντων P, συγγενῶν vel ἐπιγαμηθέντων Reiske
4 12 τὴν Steph., τε τὴν O
5 13 Ξενέτου] Ἐξαινέτου Cobet
6 17 ἧς] οἷς PAF
7 19 πολιτικῶν Eich., πολιτῶν o, πολιτίδων Bek.
8 24 πολιτῶν Eich., πόλεων o