Textus Originalis
254 DIODOR. XIV 45. 46.
ϑρωπότερον ἦρχε τῶν ὑποτεταγμένων, οὔτε φονεύων οὔτε φυγάδας ποιῶν, καϑάπερ εἰώϑει. Μετὰ δὲ τοὺς γάμους ὀλίγας ἐπιμείνας ἡμέρας συνήγαγεν ἐκκλησίαν καὶ παρεκάλει τοὺς Συρακοσίους πόλεμον ἐξενεγκεῖν πρὸς τοὺς Καρχηδονίους, ἀποφαίνων αὐτοὺς καϑόλου μὲν τοῖς Ἕλλησιν ἐχϑροτάτους ὄντας, μάλιστα δὲ τοῖς Σικελιώταις διὰ παντὸς ἐπιβουλεύοντας. καὶ νῦν μὲν ἐφ᾽ ἡσυχίας αὐτοὺς μένειν ἀπεδείκνυε διὰ τὸν ἐμπεσόντα λοιμόν, ὃν τοὺς πλείστους τῶν κατὰ Λιβύην διεφθαρκέναι· ἰσχύσαντας δ᾽ αὐτοὺς οὐκ ἀφέξεσϑαι τῶν Σικελιωτῶν, οἷς ἐξ ἀρχαίων ἐπιβουλεύουσιν. διὸ αἱρετώτερον νῦν εἶναι πρὸς ἀσϑενεῖς αὐτοὺς ὄντας διαπολεμεῖν ἢ μετὰ ταῦτα πρὸς ἰσχυροὺς διαγωνίζεσϑαι. ἅμα δὲ συνίστα δεινὸν εἶναι περιορᾶν τὰς Ἑλληνίδας πόλεις ὑπὸ βαρβάρων καταδεδουλωμένας, ἃς ἐπὶ τοσοῦτον συνεπιλήψεσϑαι τῶν κινδύνων, ἐφ᾽ ὅσον τῆς ἐλευϑερίας τυχεῖν ἐπιϑυμοῦσιν. οὐ μὴν ἀλλὰ πολλοὺς λόγους πρὸς ταύτην τὴν προαίρεσιν διαλεχϑεὶς ταχὺ συγκαταίνους ἔλαβε τοὺς Συρακοσίους. οὐ γὰρ ἧττον ἐκείνου τὸν πόλεμον ἔσπευδον γενέσϑαι, πρῶτον μὲν μισοῦντες τοὺς Καρχηδονίους, [καὶ] δι’ ἐκείνους ἠναγκασμένοι ποιεῖν τὸ προσταττόμενον ὑπὸ τοῦ τυράννου· ἔπειτα δὲ καὶ τὸν Διονύσιον φιλανϑρωπότερον ἑαυτοῖς ἤλπιζον χρήσεσϑαι, φοβούμενον τοὺς πολεμίους καὶ τὴν ἀπὸ τῶν καταδεδουλωμένων ἐπίϑεσιν· τὸ δὲ μέγιστον,
Note a pie di pagina
1 3 ὑπομείνας P
2 5 πρὸς τοὺς P, πρὸς v
3 19 ἀλλὰ] ἀλλ οὐ Reiske
4 22 μὲν om. P
5 23 καὶ PAL, om. c, ὡς Steph. (praestat ὡς ἂν)
6 26 χρῆσθαι o, corr. Eich.