Textus Originalis
Ol. 95, 3 : 398 a. Chr. 255
ἤλπιζον ἑαυτοὺς κυριεύσαντας ὅπλων, ἐὰν ἡ τύχη δῷ καιρόν, ἀντιλήψεσϑαι τῆς ἐλευϑερίας. Μετὰ δὲ τὴν ἐκκλησίαν, τοῦ Διονυσίου τὴν ἐξουσίαν δόντος, οἱ Συρακόσιοι τὰ Φοινικικὰ χρήματα διήρπασαν. οὐκ ὀλίγοι γὰρ τῶν Καρχηδονίων ᾤκουν ἐν ταῖς Συρακούσαις ἁδρὰς ἔχοντες κτήσεις, πολλοὶ δὲ καὶ τῶν ἐμπόρων εἶχον ἐν τῷ λιμένι τὰς ναῦς γεμούσας φορτίων, ἃ πάντα διεφόρησαν οἱ Συρακόσιοι. παραπλησίως δὲ καὶ οἱ λοιποὶ Σικελιῶται τοὺς παρ᾽ αὐτοῖς οἰκοῦντας τῶν Φοινίκων ἐκβαλόντες τὰς κτήσεις διήρπασαν· καίπερ γὰρ τὴν Διονυσίου τυραννίδα μισοῦντες, ὅμως ἡδέως ἐκοινώνουν τοῦ πρὸς Καρχηδονίους πολέμου διὰ τὴν ὠμότητα τῶν ἀνδρῶν. ὧν δὴ χάριν καὶ οἱ τὰς Ἑλληνίδας πόλεις οἰκοῦντες ὑπὸ Καρχηδονίους, ἐπειδὴ φανερῶς ὁ Διονύσιος ἐξέφερε τὸν πόλεμον, ἐναπεδείξαντο τὸ πρὸς τοὺς Φοίνικας μῖσος· οὐ μόνον γὰρ αὐτῶν τὰς οὐσίας διήρπασαν, ἀλλὰ καὶ αὐτοὺς συλλαμβάνοντες πᾶσαν αἰκίαν καὶ ὕβριν εἰς τὰ σώματ᾽ αὐτῶν ἀπετίϑεντο, μνημονεύοντες ὧν αὐτοὶ κατὰ τὴν αἰχμαλωσίαν ἔπαϑον. ἐπὶ τοσοῦτον δὲ τῆς κατὰ τῶν Φοινίκων τιμωρίας προέβησαν καὶ τότε καὶ κατὰ τὸν ὕστερον χρόνον, ὥστε τοὺς Καρχηδονίους διδαχϑῆναι μηκέτι παρανομεῖν εἰς τοὺς ὑποπεσόντας· οὐ γὰρ ἠγνόουν, δι’ αὐτῶν τῶν ἔργων μαϑόντες, ὅτι τοῖς διαπολεμοῦσι κοινῆς τῆς τύχης ὑπαρχούσης ἀμφοτέρους κατὰ τὰς ἥττας τοι-
Note a pie di pagina
1 4 φοινικὰ P
2 8 φορτίων, ἃ πάντα Madvig οὐ Cobet, φορτίων ὧν ἅπαντα o
3 12 ὁμοίως PFJ
4 15 ὑπὸ] τὰς ὑπὸ Dind.
5 19 συλλαβάνοντες P
6 22 προσέβησαν PALf