Textus Originalis
256 DIODOR. XIV 46. 47.
αὐτὰ ἀνάγκη πάσχειν, οἷα ἂν αὐτοὶ πράξωσιν εἰς τοὺς ἀτυχήσαντας. ὁ δ᾽ οὖν Διονύσιος, ἐπειδὴ πάντ᾽ αὐτῷ τὰ πρὸς τὸν πόλεμον ἡτοίμαστο, διενοεῖτο πέμπειν ἀγγέλους εἰς Καρχηδόνα τοὺς ἐροῦντας, ὅτι Συρακόσιοι καταγγέλλουσι πόλεμον Καρχηδονίοις, ἐὰν μὴ τὰς ὑπ᾽ αὐτῶν καταδεδουλωμένας Ἑλληνίδας πόλεις ἐλευϑερώσωσιν. Διονύσιος μὲν οὖν περὶ ταῦτ᾽ ἐγίνετο. Κτησίας δ᾽ ὁ συγγραφεὺς τὴν τῶν Περσικῶν ἱστορίαν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν, ἀρξάμενος ἀπὸ Νίνου καὶ Σεμιράμεως. ἤκμασαν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν οἱ ἐπισημότατοι διϑυραμβοποιοί, Φιλόξενος Κυϑήριος, Τιμόϑεος Μιλήσιος, Τελέστης Σελινούντιος, Πολύειδος, ὃς καὶ ζωγραφικῆς καὶ μουσικῆς εἶχεν ἐμπειρίαν. Τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυϑότος Ἀϑήνησι μὲν παρειλήφει τὴν ἀρχὴν Λυσιάδης, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διῴκουν χιλίαρχοι ἕξ, Πόπλιος Μάλλιος, Πούπλιος Μαίλιος, Σπόριος Φούριος, Λεύκιος Πούπλιος. Διονύσιος δ᾽ ὁ τῶν Συρακοσίων τύραννος, ἐπειδὴ πάντα τὰ πρὸς [τὸν] πόλεμον αὐτῷ κατεσκεύαστο κατὰ τὴν ἰδίαν προαίρεσιν, ἐξέπεμψεν εἰς Καρχηδόνα κήρυκα, δοὺς ἐπιστολὴν πρὸς τὴν γερουσίαν· ἐν ταύτῃ δὲ γεγραμ-
Note a pie di pagina
1 3 πάντα PA
2 7 πόλεις Ἑλληνίδας o-PA
3 10 κατέστροφεν P, κατέστραφεν AF, κατέστρεφεν c
4 13 Μιλήσιος Meursius, Φιλήσιος o
5 14 τελεστὴς P
6 16 ἐνιαυσιαίου v
7 17 Λυσιάδης] Σουνιάδης Böckh
8 19 Πούπλιος om. c Μαίλιος] Μάννιος PA, Μάνιος c
9 20 Φρούριος PA — Πούπλιος P (Poblilius fasti, Popilius Liv. V 12), om. A, καὶ ἕτεροι τρεῖς c
10 21 τὸν om. PF (cf. v. 3)