Textus Originalis
Ol. 95, 4 : 397 a. Chr. 257
μένον ἦν ὅτι Συρακοσίοις δεδογμένον εἴη πολεμεῖν πρὸς Καρχηδονίους, ἐὰν μὴ τῶν Ἑλληνίδων πόλεων ἐκχωρήσωσιν. οὗτος μὲν οὖν κατὰ τὸ παραγγελϑὲν πλεύσας εἰς Λιβύην τὴν ἐπιστολὴν ἀπέδωκε τῇ γερουσίᾳ. ἧς ἀναγνωσϑείσης ἔν τε τῇ συγκλήτῳ καὶ μετὰ ταῦτ᾽ ἐν τῷ δήμῳ συνέβη τοὺς Καρχηδονίους οὐ μετρίως ἀγωνιᾶν περὶ τοῦ πολέμου· ὅ τε γὰρ λοιμὸς αὐτῶν παμπληϑεῖς ἀπεκτάγκει καὶ τοῖς ὅλοις ἦσαν ἀπαρασκεύαστοι. οὐ μὴν ἀλλ᾽ οὗτοι μὲν ἐκαραδόκουν τὴν τῶν Συρακοσίων προαίρεσιν, καὶ μετὰ πολλῶν χρημάτων ἀπέστειλάν τινας τῶν ἐκ τῆς γερουσίας τοὺς ξενολογήσοντας ἀπὸ τῆς Εὐρώπης· Διονύσιος δ᾽ ἀναλαβὼν τοὺς Συρακοσίους καὶ τοὺς μισϑοφόρους, ἔτι δὲ τοὺς συμμάχους, ἀνέζευξεν ἐκ Συρακουσῶν, ἐπ᾽ Ἔρυκος τὴν πορείαν ποιούμενος. οὐ μακρὰν γὰρ τοῦ λόγου τούτου Μοτύη πόλις ἦν ἄποικος Καρχηδονίων, ᾗ μάλιστα ἐχρῶντο κατὰ τῆς Σικελίας ὁρμητηρίῳ· ταύτης γὰρ κρατήσας ἤλπιζεν οὐκ ὀλίγα προτερήσειν τῶν πολεμίων. κατὰ δὲ τὴν ὁδοιπορίαν ἀεὶ παρελάμβανε τοὺς ἐκ τῶν Ἑλληνίδων πόλεων, πανδημεὶ καϑοπλίζων· συνεστρατεύοντο γὰρ αὐτῷ προϑύμως ἅπαντες, μισοῦντες μὲν τὸ βάρος τῆς τῶν Φοινίκων ἐπικρατείας, ἐπιϑυμοῦντες δὲ τυχεῖν ποτε τῆς ἐλευϑερίας. καὶ πρώτους μὲν Καμαριναίους παρέλαβεν, εἶτα Γελῴους καὶ Ἀκραγαντίνους· μεϑ᾽ οὓς Ἱμεραίους μετεπέμψατο, κατοικοῦντας ἐπὶ ϑάτερα μέρη τῆς Σικελίας· Σελινουντίους δ᾽ ἐν
Note a pie di pagina
1 1 εἴη Hert., ἦν o
2 4 ἐπέδωκε o-PLA
3 6 ταῦτ᾽ ἐν] ταῦτα P
4 8 παμπληϑεῖς om. P
5 38 δ᾽ ἐν] δὲ P, τε v; ἐν add. Steph.