Textus Originalis

258 DIODOR. XIV 47—49.

258 DIODOR. XIV 47—49.

παρόδῳ προσαγαγόμενος παρεγενήϑη πρὸς τὴν Μοτύην μετὰ πάσης τῆς δυνάμεως. εἶχε δὲ πεζοὺς μὲν ὀκτακισμυρίους, ἱππεῖς δὲ [πολὺ] πλείους τῶν τρισχιλίων, ναῦς δὲ μακρὰς οὐ πολὺ λειπούσας τῶν διακοσίων· συνηκολούϑει δὲ καὶ φορτηγὰ πλοῖα γέμοντα πολλῶν μηχανημάτων, ἔτι δὲ τῆς ἄλλης χορηγίας ἁπάσης, ὄντα τὸν ἀριϑμὸν οὐκ ἐλάττω πεντακοσίων. Τηλικαύτης δὲ τῆς παρασκευῆς οὔσης, Ἐρυκῖνοι μὲν καταπλαγέντες τὸ μέγεϑος τῆς δυνάμεως καὶ μισοῦντες Καρχηδονίους προσεχώρησαν τῷ Διονυσίῳ, οἱ δὲ τὴν Μοτύην κατοικοῦντες προσδεχόμενοι τὴν ἐκ Καρχηδονίων βοήϑειαν οὐ κατεπλήττοντο τὴν Διονυσίου δύναμιν, ἀλλὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζοντο· οὐ γὰρ ἠγνόουν τοὺς Συρακοσίους ὅτι πρώτην τὴν Μοτύην πορϑήσουσι διὰ τὸ πιστοτάτην εἶναι τοῖς Καρχηδονίοις. αὕτη δ᾽ ἡ πόλις ἦν ἐπί τινος νήσου κειμένη, τῆς Σικελίας ἀπέχουσα σταδίους ἕξ, τῷ δὲ πλήϑει καὶ τῷ κάλλει τῶν οἰκιῶν εἰς ὑπερβολὴν πεφιλοτεχνημένη διὰ τὴν εὐπορίαν τῶν κατοικούντων. εἶχε δὲ καὶ ὁδὸν στενὴν χειροποίητον φέρουσαν ἐπὶ τὸν τῆς Σικελίας αἰγιαλόν, ἣν οἱ Μοτυηνοὶ τότε διέσκαψαν, ὡς μὴ προσόδους ἔχοιεν κατ᾽ αὐτῶν οἱ πολέμιοι. Διονύσιος δὲ μετὰ τῶν ἀρχιτεκτόνων κατασκεψάμενος τοὺς τόπους, ἤρξατο χώματα κατα-

Note a pie di pagina

1 1 προσαγόμενος o, corr. Eich.

2 2 δὲ om. P

3 3 πολὺ del. Dind.

4 9 Ἐρύκινοι v

5 13 βοήϑειαν Rhod., δύναμιν o

6 14 δύναμιν Rhod., βοήϑειαν o

7 16 πρώτην Hert., πρῶτοι P, πρῶτον c πολιορκήσουσι fort.

8 23 κατέσκαψαν o-PAL

9 24 προόδοις P, προόδους v; corr. Wess.