Textus Originalis

Ol. 95, 4 : 397 a. Chr. 259

Ol. 95, 4 : 397 a. Chr. 259

σκευάζειν ἐπὶ τὴν Μοτύην, καὶ τὰς μὲν μακρὰς ναῦς παρὰ τὸν εἴσπλουν τοῦ λιμένος ἐνεώλκησε, τὰ δὲ φορτηγὰ τῶν πλοίων ὥρμισε παρὰ τὸν αἰγιαλόν. μετὰ δὲ ταῦτα ἐπὶ μὲν τῶν ἔργων κατέλιπεν ἐπιστάτην Λεπτίνην τὸν ναύαρχον, αὐτὸς δὲ μετὰ τῆς πεζῆς στρατιᾶς ὥρμησεν ἐπὶ τὰς τοῖς Καρχηδονίοις συμμαχούσας πόλεις. Σικανοὶ μὲν οὖν πάντες εὐλαβούμενοι τὸ μέγεϑος τῆς δυνάμεως προσεχώρησαν τοῖς Συρακοσίοις, τῶν δὲ ἄλλων πόλεων πέντε μόνον διέμειναν ἐν τῇ πρὸς Καρχηδονίους φιλίᾳ· αὗται δὲ ἦσαν Ἁλικύαι, Σολοῦς, Αἴγεστα, Πάνορμος, Ἔντελλα. τὴν μὲν οὖν τῶν Σολουντίνων καὶ Πανορμιτῶν, πρὸς δὲ τούτοις Ἁλικυαίων χώραν ὁ Διονύσιος λεηλατήσας ἐδενδροτόμησε, τὴν δὲ Αἴγεσταν καὶ Ἔντελλαν πολλῇ δυνάμει περιστρατοπεδεύσας συνεχεῖς ἐποιεῖτο προσβολάς, σπεύδων αὐτῶν μετὰ βίας κυριεῦσαι. καὶ τὰ μὲν περὶ Διονύσιον ἐν τούτοις ἦν. Ἰμίλκων δὲ ὁ τῶν Καρχηδονίων στρατηγὸς αὐτὸς μὲν περὶ τὸν τῶν δυνάμεων ἀϑροισμὸν καὶ τὴν ἄλλην ἐγένετο παρασκευήν, τὸν δὲ ναύαρχον μετὰ δέκα τριήρων ἀπέστειλε, κελεύσας κατὰ τάχος λάϑρᾳ πλεῖν ὡς ἐπὶ Συρακοσίους, καὶ νυχτὸς εἰς τὸν λιμένα πλεύσαντα διαφϑεῖραι τὰ καταλελειμμένα

Note a pie di pagina

1 3 ὥρμησεν PAF

2 7 οὖν πάντες Steph., πάντες v, πάν αὐτῶν P

3 10 ἐν add. Eich.

4 11 Ἁλικύαι Jac. Gronovius, ἄγκυραι o Σόλος o-PAJ

5 13 Σελεντίνων P, Σολεντίνων v, corr. Wess.

6 14 ἀγκυραίων o

7 15 τὴν τε (δὲ Rhod.) τῶν Αἰγεσταίων καὶ Ἐντελλάνων o, corr. Dind.

8 19 Ἀμίλκας JK

9 23 Συρακούσας praestat

10 24 διαφϑεῖραι — Διονύσιον bis A, contra ὁ δὲ πεμφϑεὶς — λιμένα om. A