Textus Originalis

260 DIODOR. XIV 49. 50.

260 DIODOR. XIV 49. 50.

τῶν πλοίων. τοῦτο δ᾽ ἔπραξε νομίζων ἀντιπερισπασμόν τινα ποιήσειν καὶ τὸν Διονύσιον ἀναγκάσειν μέρος τῶν πλοίων ἀποστέλλειν ἐπὶ Συρακοσίους. ὁ δὲ πεμφϑεὶς ναύαρχος συντόμως πράξας τὸ παραγγελϑέν, κατέπλευσε νυκτὸς εἰς τὸν τῶν Συρακοσίων λιμένα, πάντων ἀγνοούντων τὸ γεγενημένον. ἀπροσδοκήτως δ᾽ ἐπιϑέμενος καὶ τοῖς παρορμοῦσι πλοίοις ἐμβολὰς δοὺς καὶ σχεδὸν ἅπαντα καταδύσας, ἀνέκαμψεν εἰς Καρχηδόνα. Διονύσιος δὲ πᾶσαν τὴν ὑπὸ Καρχηδονίους χώραν δῃώσας καὶ τοὺς πολεμίους τειχήρεις ποιήσας, ἐπὶ τὴν Μοτύην ἅπασαν ἥγαγε τὴν δύναμιν· ἤλπιζε γὰρ ταύτης ἐκπολιορκηϑείσης τὰς ἄλλας εὐθέως αὑτὰς παραδώσειν. εὐθὺς οὖν πολλαπλασίους ἄνδρας τοῖς ἔργοις προστιϑεὶς ἐχώννυε τὸν μεταξὺ πόρον, καὶ τὰς μηχανὰς ἐκ τοῦ κατ᾽ ὀλίγον ἅμα τῇ τοῦ χώματος αὐξήσει προσήγαγε τοῖς τείχεσιν. Περὶ δὲ τοῦτον τὸν χρόνον Ἰμίλκων ὁ τῶν Καρχηδονίων ναύαρχος ἀκούσας ὅτι Διονύσιος ἐνεώλκησε τὰς ναῦς, εὐθὺς ἐπλήρου τὰς ἀρίστας τῶν τριήρων ἑκατόν· ὑπελάμβανε γὰρ ἀπροσδοκήτως ἐπιφανεὶς ῥᾳδίως κρατήσειν τῶν νενεωλκημένων ἐν τῷ λιμένι σκαφῶν, κυριεύων τῆς ϑαλάττης· τοῦτο δὲ πράξας ἐνόμιζε τήν τε τῆς Μοτύης πολιορκίαν λύσειν καὶ τὸν πόλεμον μετάξειν ἐπὶ τὴν τῶν Συρακοσίων πόλιν. ἐκπλεύσας οὖν μετὰ νεῶν ἑκατὸν

Note a pie di pagina

1 6 γινόμενον Hert.

2 8 καταλύσας o, corr. Wess.

3 10 Καρχηδονίοις P

4 13 αὐτὰς PJ

5 15 κατολίγον P, κατὰ λόγον v

6 17 προσῆγε Dind.

7 18 Ἰμίλκων] καὶ ἰμίλκον P, Ἀμίλκας f semper

8 19 νενεώλκησε P

9 28 τὴν τ. Σ. πόλιν Wess., τὸν τ. Σ. πόλεμον o