Textus Originalis
Ol. 95, 4 : 397 a. Chr. 261
κατήχϑη ἐπὶ τὴν τῶν Σελινουντίων χώραν νυκτός, καὶ περιπλεύσας τὴν περὶ Λιλύβαιον ἄκραν ἅμ᾽ ἡμέρᾳ παρῆν ἐπὶ τὴν Μοτύην. ἀνελπίστως δ᾽ ἐπιφανεὶς τοῖς πολεμίοις τῶν παρορμούντων πλοίων τὰ μὲν συνέτριψε, τὰ δ᾽ ἔκαυσεν, οὐ δυναμένων βοηϑεῖν τῶν περὶ Διονύσιον. μετὰ δὲ ταῦτ᾽ εἰσπλεύσας εἰς τὸν λιμένα διέταξε τὰς ναῦς ὡς ἐπιϑησόμενος ταῖς νενεωλκημέναις ὑπὸ τῶν πολεμίων. Διονύσιος δὲ συναγαγὼν τὴν δύναμιν ἐπὶ τὸ στόμα τοῦ λιμένος, καὶ ϑεωρῶν τοὺς πολεμίους τὸν ἐκ τοῦ λιμένος ἔκπλουν παραφυλάττοντας, εὐλαβεῖτο καϑέλκειν εἰς τὸν λιμένα τὰ σκάφη· οὐ γὰρ ἠγνόει διότι στενοῦ τοῦ στόματος ὄντος ἀναγκαῖον ἦν ὀλίγαις ναυσὶ πρὸς πολλαπλασίους διακινδυνεύειν. διόπερ τῷ πλήϑει τῶν στρατιωτῶν ῥᾳδίως διελκύσας τὰ σκάφη διὰ τῆς γῆς εἰς τὴν ἐκτὸς τοῦ λιμένος ϑάλατταν διέσωσε τὰς ναῦς. Ἰμίλκων δὲ ταῖς πρώταις τριήρεσιν ἐπιϑέμενος τῷ πλήϑει τῶν βελῶν ἀνείργετο· ἐπὶ μὲν γὰρ τῶν νεῶν ἐπεβεβήκει πλῆϑος τοξοτῶν καὶ σφενδονητῶν, ἀπὸ δὲ τῆς γῆς τοῖς ὀξυβελέσι καταπέλταις οἱ Συρακόσιοι χρώμενοι συχνοὺς τῶν πολεμίων ἀνήρουν· καὶ γὰρ κατάπληξιν εἶχε μεγάλην τοῦτο τὸ βέλος διὰ τὸ πρώτως εὑρεϑῆναι κατ᾽ ἐκεῖνον τὸν καιρόν· ὥστε Ἰμίλκων οὐ δυνάμενος κρατῆσαι τῆς ἐπιβολῆς ἀπέπλευσεν εἰς τὴν Λιβύην, ναυμαχεῖν οὐ κρίνων συμφέρειν διὰ τὸ διπλασίας εἶναι τὰς ναῦς τῶν πολεμίων.
Note a pie di pagina
1 2 τὴν περὶ Hert., περὶ τὴν o
2 14 πολλαπλασίας fort.
3 17 πρώταις] ταῖς add. P
4 23 πρῶτος P