Textus Originalis

262 DIODOR. XIV 51. 52.

262 DIODOR. XIV 51. 52.

Διονύσιος δὲ τῇ πολυχειρίᾳ τῶν ἐργαζομένων συντελέσας τὸ χῶμα προσήγαγε παντοίας μηχανὰς τοῖς τείχεσι, καὶ τοῖς μὲν κριοῖς ἔτυπτε τοὺς πύργους, τοῖς δὲ καταπέλταις ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων μαχομένους· προσήγαγε δὲ καὶ τοὺς ὑποτρόχους πύργους τοῖς τείχεσιν, ἑξωρόφους ὄντας, οὓς κατεσκεύασε πρὸς τὸ τῶν οἰκιῶν ὕψος. οἱ δὲ τὴν Μοτύην κατοικοῦντες ἐν χερσὶ τοῦ κινδύνου καϑεστῶτος ὅμως οὐ κατεπλάγησαν τὴν τοῦ Διονυσίου δύναμιν, καίπερ ὄντες ἔρημοι συμμάχων κατ᾽ ἐκεῖνον τὸν καιρόν. ὑπερτιϑέμενοι δὲ τῇ φιλοδοξίᾳ τοὺς πολιορκοῦντας, τὸ μὲν πρῶτον ἐκ τῶν μεγίστων ἱστῶν κεραίαις ἱσταμέναις ἐβάσταζον ἄνδρας ἐν ϑωρακίοις, οὗτοι δ᾽ ἀφ᾽ ὑψηλῶν τόπων δᾷδας ἡμμένας ἠφίεσαν καὶ στυππεῖα καιόμενα μετὰ πίττης εἰς τὰς τῶν πολεμίων μηχανάς. ταχὺ δὲ τῆς φλογὸς ἐπινεμομένης τὴν ὕλην, ὀξέως οἱ Σικελιῶται παραβοηϑήσαντες ταύτην μὲν ἀπέσβεσαν, τοῖς δὲ κριοῖς πυκνὰς τὰς ἐμβολὰς διδόντες κατέβαλον μέρος τοῦ τείχους. συνδραμόντων δ᾽ ἐπὶ τὸν τόπον ἀϑρόων ἐξ ἑκατέρου μέρους ἰσχυρὰν συνέβαινε τὴν μάχην γίνεσϑαι. οἱ μὲν γὰρ Σικελιῶται κεκρατηκέναι τῆς πόλεως ἤδη νομίζοντες, πᾶν ὑπέμενον ἕνεκεν τοῦ τοὺς Φοίνικας ἀμύνεσϑαι περὶ ὧν πρότερον εἰς αὐτοὺς ἡμαρτήκεισαν· οἱ δ᾽ ἐκ τῆς πόλεως πρὸ ὀφϑαλμῶν λαμβάνοντες τὰ τῆς αἰχμα-

Note a pie di pagina

1 5 ὑποτρόχους Wess. codicum lectionem ὑπὸ τῶν τροχῶν non damnans

2 6 ἑξορόφους o-PAL

3 15 στυμπία P, στυπία A

4 18 μὲν om. P

5 21 ἀϑρόως o, corr. Reiske τὴν μάχην συνέβαινε o-PA

6 24 ἀμύνασθαι v