Textus Originalis
Ol. 95, 4 : 397 a. Chr. 263
λωσίας δεινά, καὶ φυγὴν οὐδεμίαν ὁρῶντες ὑπάρχουσαν οὔτε κατὰ γῆν οὔτε κατὰ ϑάλατταν, οὐκ ἀγεννῶς ὑπέμενον τὸν ϑάνατον. ϑεωροῦντες δὲ τὴν ἀπὸ τῶν τειχῶν ἐπικουρίαν περιῃρημένην, ἐνέφραττον τοὺς στενωπούς, καὶ ταῖς ἐσχάταις οἰκίαις ἐχρῶντο καϑάπερ τειχίῳ πολυτελῶς ᾠκοδομημένῳ. ὅϑεν εἰς μείζονα δυσχέρειαν οἱ περὶ τὸν Διονύσιον παρεγενήϑησαν. παρεισπεσόντες γὰρ ἐντὸς τοῦ τείχους, καὶ δοκοῦντες ἤδη κυριεύειν τῆς πόλεως, ὑπὸ τῶν ἐν ταῖς οἰκίαις ὄντων ἐξ ὑπερδεξίων τόπων κατετιτρώσκοντο. οὐ μὴν ἀλλὰ τοὺς ξυλίνους πύργους προσαγαγόντες ταῖς πρώταις οἰκίαις ἐπιβάϑρας κατεσκεύασαν. ἴσων δ᾽ ὄντων τῶν μηχανημάτων τοῖς οἰκοδομήμασι, τὸ λοιπὸν ἐκ χειρὸς συνέβαινεν εἶναι τὴν μάχην. οἱ μὲν γὰρ Σικελιῶται τὰς ἐπιβάϑρας ἐπιρριπτοῦντες, διὰ τούτων ἐπὶ τὰς οἰκίας ἐβιάζοντο· οἱ δὲ Μοτυηνοὶ τὸ μέγεϑος τοῦ κινδύνου λογιζόμενοι, καὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἐν ὀφϑαλμοῖς ὄντων, τῷ περὶ τούτων φόβῳ προϑυμότερον ἠγωνίζοντο. οἱ μὲν γὰρ γονέων παρεστώτων καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς τῇ τούτων ὕβρει παραδιδομένους ἐπηγείροντο ταῖς ψυχαῖς, οὐδεμίαν φειδὼ τοῦ ζῆν ποιούμενοι, οἱ δὲ γυναικῶν καὶ νηπίων τέκνων ϑρῆνον ἀκούοντες ἔσπευδον εὐγενῶς ἀποϑανεῖν, πρὶν ἐπιδεῖν τὴν τῶν τέκνων αἰχμαλωσίαν· οὐδὲ γὰρ φυγεῖν ἐκ τῆς πόλεως ἦν, ὡς ἂν περιεχούσης μὲν ϑαλάττης, τῶν δὲ πολε-
Note a pie di pagina
1 2 ἀγεννῶς o-PJL
2 7 δυσχωρίαν fort. (XIII 88, 3)
3 18 γυναικῶν] γονέων καὶ τῶν γυναικῶν Eich.
4 25 ἐφιδεῖν PA τέκνων] νεκρῶν P
5 26 οὐδὲ] οὔτε Dind.