Textus Originalis
264 DIODOR. XIV 52. 53.
μίων ϑαλαττοκρατούντων. ἐξέπληττέ τε [αὐτοὺς] καὶ μάλιστα ἀπογινώσκειν ἐποίει τοὺς Φοίνικας τὸ ὠμῶς κεχρῆσϑαι τοῖς τῶν Ἑλλήνων ἡλωκόσιν, οἷς ταὐτὸ προσεδόκων πείσεσϑαι. ἀπελείπετ᾽ οὖν αὐτοῖς εὐγενῶς μαχομένοις ἢ νικᾶν ἢ τελευτᾶν. τοιαύτης δὲ παραστάσεως ἐμπεσούσης εἰς τὰς τῶν πολιορκουμένων ψυχάς, συνέβαινε τοὺς Σικελιώτας εἰς πολλὴν ἀπορίαν ἐμπίπτειν. ἀπὸ γὰρ τῶν ἐπερεισϑεισῶν σανίδων μαχόμενοι κακῶς ἀπήλλαττον διά τε τὴν στενοχωρίαν καὶ διὰ τὸ τοὺς ἐναντίους ἀπονενοημένως κινδυνεύειν, ὡς ἂν ἀπογινώσκοντας τὸ ζῆν· ὥσϑ᾽ οἱ μὲν εἰς χεῖρας συμπλεκόμενοι καὶ τραύματα διδόντες καὶ λαμβάνοντες ἀπέϑνησκον, οἱ δ᾽ ὑπὸ τῶν Μοτυαίων ἐξωϑούμενοι καὶ ἀπὸ τῶν σανίδων ἀποπίπτοντες εἰς τὴν γῆν ἀπώλλυντο. τέλος δ᾽ ἐφ᾽ ἡμέρας τοιαύτης τινὸς τῆς πολιορχίας γινομένης, Διονύσιος αἰεὶ πρὸς τὴν ἑσπέραν τῇ σάλπιγγι τοὺς μαχομένους ἀνακαλούμενος ἔλυε τὴν πολιορκίαν. εἰς τοιαύτην δὲ συνήϑειαν τοὺς Μοτυαίους ἀγαγών, ἐπειδὴ παρ᾽ ἑκατέρων οἱ κινδυνεύοντες ἀπῆλϑον, ἀπέστειλεν Ἀρχύλον τὸν Θούριον μετὰ τῶν ἐπιλέκτων· οὗτος δ᾽ ἤδη νυχτὸς οὔσης προσήρεισε ταῖς πεπτωκυίαις οἰκίαις κλίμακας, δι’ ὧν ἀναβὰς καὶ καταλαβόμενός τινὰ τόπον εὔκαιρον παρεδέχετο τοὺς περὶ τὸν Διονύσιον. οἱ δὲ Μοτυαῖοι τὸ
Note a pie di pagina
1 1 καὶ αὐτοὺς PA, αὐτοὺς καὶ c; αὐτοὺς del. Reiske
2 3 κεχρῆσθαι Wurm, κεχρημένους o οἷς Wurm, οὗ o
3 4 ταὐτῶ P, ταὐτὸν A
4 9 τὸ om. P
5 14 τῶν add. Eich.
6 16 τοιαύτης τινὸς] τινὰς τοιαύτης Eich. (at ἐφ᾽ ἡμέρας = interdiu, cf. XIII 108, 3)
7 21 Ἄρχυλον o
8 22 προσείρεισε P
9 24 προσεδέχετο P (XIII 67, 3)