Textus Originalis

Ol. 95, 4 : 397 a. Chr. 265

Ol. 95, 4 : 397 a. Chr. 265

γεγενημένον αἰσϑόμενοι παραυτίκα μετὰ πάσης σπουδῆς παρεβοήϑουν, καὶ τῶν καιρῶν ὑστεροῦντες οὐδὲν ἧττον ὑπέστησαν τὸν κίνδυνον. γενομένης δὲ τῆς μάχης ἰσχυρᾶς καὶ πολλῶν προσαναβάντων, μόγις οἱ Σικελιῶται τῷ πλήϑει κατεπόνησαν τοὺς ἀνθεστηκότας. εὐθὺς δὲ καὶ διὰ τοῦ χώματος ἡ δύναμις ἅπασα τοῦ Διονυσίου παρεισέπεσεν εἰς τὴν πόλιν, καὶ πᾶς τόπος ἔγεμε τῶν ἀναιρουμένων· οἱ γὰρ Σικελιῶται ὠμότητα ὠμότητι σπεύδοντες ἀμύνεσϑαι, πάντας ἑξῆς ἀνήρουν, ἁπλῶς οὐ παιδός, οὐ γυναικός, οὐ πρεσβύτου φειδόμενοι. Διονύσιος δὲ βουλόμενος ἐξανδραποδίσασϑαι τὴν πόλιν, ὅπως ἀϑροισϑῇ χρήματα, τὸ μὲν πρῶτον ἀνεῖργε τοὺς στρατιώτας τοῦ φονεύειν τοὺς αἰχμαλώτους· ὡς δ᾽ οὐδεὶς αὐτῷ προσεῖχεν, ἀλλ᾽ ἑώρα τὴν τῶν Σικελιωτῶν ὁρμὴν ἀκατάσχετον οὖσαν, παρεστήσατο κήρυκας τοὺς μετὰ βοῆς δηλώσοντας τοῖς Μοτυαίοις φυγεῖν εἰς τὰ παρὰ τοῖς Ἕλλησιν ἱερὰ τιμώμενα. οὗ γενηϑέντος οἱ μὲν στρατιῶται τοῦ φονεύειν ἔληγον, ἐπὶ δὲ τὴν τῶν κτήσεων διαρπαγὴν ὥρμησαν· καὶ διεφορεῖτο πολὺς μὲν ἄργυρος, οὐκ ὀλίγος δὲ χρυσός, καὶ ἐσϑῆτες πολυτελεῖς καὶ τῆς ἄλλης εὐδαιμονίας πλῆϑος. τὴν δὲ τῆς πόλεως διαρπαγὴν ἔδωκεν ὁ Διονύσιος τοῖς στρατιώταις, βουλόμενος προϑύμους αὐτοὺς ποιῆσαι πρὸς τοὺς ἐπιφερομένους κινδύνους. ἀπὸ δὲ τούτων γενόμενος Ἀρχύλον τὸν

Note a pie di pagina

1 5 μόγις Dind., μόλις o

2 6 καὶ om. P

3 9 ὠμότητα ὠμότητι Madvig; ὠμότητι PK, ὠμότητα c

4 10 ἑξῆς PA, ἐφεξῆς c

5 24 αὐτοὺς προθύμους o-PA

6 26 Ἀρχύλον] χαιρῦλον P, χάριλον FJ