Textus Originalis

266 DIODOR. XIV 53. 54.

266 DIODOR. XIV 53. 54.

ἀναβάντα πρῶτον ἐπὶ τὸ τεῖχος ἑκατὸν μναῖς ἐστεφάνωσεν, τῶν δ᾽ ἄλλων κατὰ τὴν ἀξίαν ἕκαστον τῶν ἠνδραγαϑηκότων ἐτίμησεν, καὶ τῶν Μοτυαίων τοὺς περιλειφϑέντας ἐλαφυροπώλησεν· Δαϊμένην δὲ καί τινας τῶν Ἑλλήνων συμμαχοῦντας Καρχηδονίοις λαβὼν αἰχμαλώτους ἀνεσταύρωσεν. μετὰ δὲ ταῦτα φύλακας τῆς πόλεως καταστήσας, Βίτωνα τὸν Συρακόσιον φρούραρχον ἀπέδειξε· τὸ δὲ πλεῖον μέρος ἐκ τῶν Σικελῶν ὑπῆρχεν. καὶ Λεπτίνην μὲν τὸν ναύαρχον μετὰ νεῶν εἴκοσι καὶ ἑκατὸν παρατηρεῖν τὴν διάβασιν τῶν Καρχηδονίων ... συνέταξε δ᾽ αὐτῷ τὴν Αἴγεσταν καὶ τὴν Ἔντελλαν πολιορκεῖν, καϑάπερ ἐξ ἀρχῆς πορϑεῖν αὐτὴν ἐνεστήσατο· αὐτὸς δὲ τοῦ ϑέρους ἤδη λήγοντος ἀνέζευξε μετὰ τῆς δυνάμεως εἰς Συρακούσας. Ἐν δὲ ταῖς Ἀϑήναις Σοφοκλῆς [ὁ Σοφοκλέους] τραγῳδίαν διδάσκειν ἤρξατο, καὶ νίκας ἔσχε δεκαδύο. Τοῦ δ᾽ ἐνιαυσιαίου χρόνου διεληλυϑότος Ἀϑήνησι μὲν ἔλαβε τὴν ἀρχὴν Φορμίων, ἐν Ῥώμῃ δ᾽ ἀντὶ τῶν ὑπάτων ἐγένοντο χιλίαρχοι ἕξ, Γναῖος Γενούκιος [καὶ] Λεύκιος Ἀτίλιος, Μάρκος Πομπώνιος, Γάιος Δουίλιος, Μάρκος Οὐετούριος, Οὐαλέριος Ποπλίλιος, ὀλυμπιὰς δ᾽ ἤχϑη ἐνενηκοστὴ καὶ ἕκτη, καϑ᾽ ἣν ἐνίκα Εὔπολις Ἠλεῖος. τούτων δὲ τὴν ἀρχὴν

Note a pie di pagina

1 5 ἑλληνίδων P

2 10 ἑκατὸν] ἐκέλευσεν fort. add.

3 12 δ᾽ αὐτῷ] ἄλλῳ δὲ Reiske (συνέταξε cum antecedentibus coniungens), δ᾽ Ἀρχύλῳ conicio

4 13 αὐτὴν PA, αὐτὰς c

5 16 ὁ Σοφοκλέους om. P

6 17 δυοκαίδεκα v

7 18 ἐνιαυσίου o-PL

8 21 καὶ om. f Μάρκος om. A

9 22 Δουίλιος Sigonius, ἰούλιος o; Ἰούλιος — Ποπλίλιος om. A οὐετήριος o; καὶ add. v Ποπιάλιος P, Πόπλιος v

10 23 καϑ᾽ add. Hert.

11 24 Εὔπολις] Εὐπόλεμος Wess. (ex Paus. VIII, 45, 4)