Textus Originalis
Ol. 96, 1 : 396 a. Chr. 267
παραλαβόντων Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας ἐκ Συρακουσῶν ἐνέβαλεν εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν. πορϑοῦντος δ᾽ αὐτοῦ τὴν χώραν, Ἁλικυαῖοι μὲν καταπλαγέντες διεπρεσβεύσαντο πρὸς αὐτὸν καὶ συμμαχίαν ἐποιήσαντο, Αἰγεσταῖοι δὲ τοῖς πολιορκοῦσι νυχτὸς ἀπροσδοκήτως ἐπιϑέμενοι, καὶ πῦρ ἐνέντες ταῖς κατὰ τὴν παρεμβολὴν σκηναῖς, εἰς πολλὴν ταραχὴν ἤγαγον τοὺς ἐν τῇ στρατοπεδείᾳ· ἐπινεμηϑείσης δὲ τῆς φλογὸς ἐπὶ πολὺν τόπον, καὶ τοῦ πυρὸς ἀκατασχέτου γενηϑέντος, τῶν μὲν παραβοηϑούντων στρατιωτῶν ὀλίγοι διεφϑάρησαν, τῶν δ᾽ ἵππων οἱ πλεῖστοι ταῖς σκηναῖς συγκατεκαύϑησαν. καὶ Διονύσιος μὲν ἐδήου τὴν χώραν οὐδενὸς ὑφισταμένου, Λεπτίνης δ᾽ ὁ ναύαρχος περὶ Μοτύην διατρίβων ἐπετήρει τὸν τῶν πολεμίων κατάπλουν. οἱ δὲ Καρχηδόνιοι πυϑόμενοι τὸ μέγεϑος τῆς τοῦ Διονυσίου δυνάμεως, ἔκριναν πολὺ ταῖς παρασκευαῖς αὐτὸν ὑπερϑέσϑαι. διόπερ Ἰμίλκωνα βασιλέα κατὰ νόμον καταστήσαντες, ἐκ τῆς Λιβύης ὅλης, ἔτι δ᾽ ἐκ τῆς Ἰβηρίας συνήγαγον δυνάμεις, τὰς μὲν παρὰ τῶν συμμάχων μεταπεμπόμενοι, τὰς δὲ μισϑούμενοι· καὶ πέρας ἤϑροισαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους χωρὶς τῶν ἁρμάτων· ταῦτα δ᾽ ἦσαν τετρακόσια. ναῦς δὲ μακρὰς μὲν τετρακοσίας, τὰς δὲ τὸν σῖτον καὶ τὰ μηχανήματα καὶ τὴν ἄλλην ὑπηρεσίαν παρακομιζούσας πλείους τῶν ἑξακοσίων, καϑάπερ φησὶν
Note a pie di pagina
1 4 ἀλικυιαῖοι P
2 18 Ἰμίλκον Reiske, ἱππέων o
3 22 μεταπεμπομένοις PA
4 23 μὲν πεζῶν v
5 25 τὰ om. PA