Textus Originalis

268 DIODOR. XIV 54—56.

268 DIODOR. XIV 54—56.

Ἔφορος. Τίμαιος μὲν γὰρ τὰς ἐκ τῆς Λιβύης περαιωϑείσας [δυνάμεις] οὐ πλείω φησὶν εἶναι δέκα μυριάδων, καὶ πρὸς ταύταις ἑτέρας τρεῖς ἀποφαίνεται κατὰ Σικελίαν στρατολογηϑείσας. Ἰμίλκων δὲ τοῖς κυβερνήταις ἅπασι δοὺς βυβλίον ἐπεσφραγισμένον, ἐκέλευσεν ἀνοίγειν ὅταν ἐκπλεύσωσι καὶ ποιεῖν τὰ γεγραμμένα. τοῦτο δ᾽ ἐμηχανήσατο πρὸς τὸ μηδένα τῶν κατασκόπων ἀπαγγεῖλαι τὸν κατάπλουν τῷ Διονυσίῳ· ἦν δὲ γεγραμμένον, ὅπως ἐς Πάνορμον καταπλεύσωσιν. διόπερ ἐπιγενομένου πνεύματος οὐρίου, καὶ πάντων λυσάντων τὰ πρυμνήσια, τὰ μὲν φορτηγὰ τῶν πλοίων ἔπλει διὰ τοῦ πελάγους, αἱ δὲ τριήρεις ἔπλευσαν εἰς τὴν Λιβύην, παρελέγοντό τε τὴν γῆν. φοροῦ δὲ πνεύματος ὄντος, ὡς ἤδη καταφανεῖς ἦσαν ἀπὸ τῆς Σικελίας αἱ πρῶται πλέουσαι τῶν φορτηγῶν νεῶν, Διονύσιος ἀπέστειλε Λεπτίνην μετὰ τριάκοντα τριήρων, παρακελευσάμενος τύπτειν τοῖς ἐμβόλοις καὶ διαφϑείρειν ἁπάσας τὰς καταλαμβανομένας. ὃς μετὰ σπουδῆς ἐκπλεύσας καὶ ταῖς πρώταις προσμίξας εὐθέως τινὰς αὐτάνδρους κατέδυσεν· αἱ δὲ λοιπαὶ πλήρεις οὖσαι καὶ τὸν ἄνεμον τοῖς ἱστίοις δεχόμεναι ῥᾳδίως ἐξέφυγον· ὅμως κατέδυσε πεντήκοντα ναῦς στρατιώτας ἐχούσας πεντακισχιλίους, ἅρματα δὲ διακόσια. Ἰμίλκων δὲ καταπλεύσας εἰς Πάνορμον

Note a pie di pagina

1 2 δυνάμεις om. PAL πλείω PAL, πλείους c

2 3 ταύτας PA

3 6 ἐκπλεύσων P

4 10 ἐς Πάνορμον v] ἐπάνορμον P

5 14 Λιβύην] Μοτύην Eich.; τὸ Λιλύβαιον Dobraeus πλήρεις] πλήρης P, οὐ πλησίον vel κωπήρεις Wess., εὐήρεις Reiske, τριήρεις Wurm; πλήρεσι τοῖς ἱστίοις (c. 57, 3) confert Dind.

6 24 σχούσας P