Textus Originalis
Ol. 96, 1 : 396 a. Chr. 269
καὶ τὴν δύναμιν ἐκβιβάσας ἦγεν ἐπὶ τοὺς πολεμίους, καὶ τὰς μὲν τριήρεις παραπλεῖν ἐκέλευσεν, αὐτὸς δ᾽ ἐν παρόδῳ διὰ προδοσίας ἑλὼν Ἔρυκα πρὸς τὴν Μοτύην κατεστρατοπέδευσεν. ὄντος δὲ κατὰ τοῦτον τὸν χρόνον τοῦ Διονυσίου περὶ τὴν Αἴγεσταν μετὰ τῆς δυνάμεως, Ἰμίλκων τὴν Μοτύην ἐξεπολιόρκησεν. τῶν δὲ Σικελιωτῶν προϑύμων ὄντων διαμάχεσϑαι, Διονύσιος ἅμα μὲν μακρὰν τῶν συμμαχίδων πόλεων ἀπεωσμένος, ἅμα δὲ τῆς σιτοπομπίας ἐπιλειπούσης, διέλαβε συμφέρειν ἐφ᾽ ἑτέρων τόπων συστήσασϑαι τὸν πόλεμον. κρίνας οὖν ἀναζευγνύειν, τοὺς μὲν Σικανοὺς ἔπειϑε καταλιπεῖν τὰς πόλεις κατὰ τὸ παρὸν καὶ μετ᾽ αὐτοῦ στρατεύεσϑαι· ἀντὶ δὲ τούτων ἐπηγγέλλετο δώσειν χώραν βελτίονα καὶ τῷ πλήϑει παραπλησίαν, καὶ μετὰ τὴν τοῦ πολέμου κατάλυσιν κατάξειν τοὺς βουλομένους εἰς τὰς πατρίδας. τῶν δὲ Σικανῶν ὀλίγοι, καταπλαγέντες μήποτε ἀντιλέγοντες διαρπασϑῶσιν ὑπὸ τῶν στρατιωτῶν, συγκατέϑεντο τοῖς ἀξιουμένοις ὑπὸ Διονυσίου. ἀπέστησαν δὲ παραπλησίως καὶ Ἁλικυαῖοι, καὶ πέμψαντες πρέσβεις εἰς τὸ τῶν Καρχηδονίων στρατόπεδον συμμαχίαν ἐποιήσαντο. καὶ Διονύσιος μὲν ἀφώρμησεν ἐπὶ Συρακουσῶν, καταφϑείρων τὴν χώραν δι᾽ ἧς ἦγε τὴν δύναμιν. Ἰμίλκων δὲ τῶν πραγμάτων προχωρούντων κατὰ γνώμην παρεσκευάζετο τὴν στρατιὰν ἀνάγειν ἐπὶ Μεσσήνης, σπεύδων αὐτῆς κυριεῦσαι διὰ τὴν εὐκαιρίαν
Note a pie di pagina
1 10 ἐπιλιπούσης o-PAL
2 15 βελτίον P
3 18 ἀπὸ PA
4 20 Διονυσίου] οἱ δὲ ἄλλοι ἀπέστησαν add. Reiske
5 26 ἀνάγον o, corr. Eich.