Textus Originalis
270 DIODOR. XIV 56. 57.
τῶν τόπων· ὅ τε γὰρ ἐν αὐτῇ λιμὴν εὔϑετος ἦν, δυνάμενος δέχεσϑαι πάσας τὰς ναῦς, οὔσας πλείω τῶν ἑξακοσίων, τά τε περὶ τὸν πορϑμὸν οἰκεῖα ποιησάμενος Ἰμίλκων ἤλπιζε τὰς τῶν Ἰταλιωτῶν βοηϑείας ἐμφράξειν καὶ τοὺς ἐκ Πελοποννήσου στόλους ἐπισχεῖν. ταῦτα δὲ διανοηϑεὶς πράττειν, πρὸς τοὺς μὲν Ἱμεραίους καὶ τοὺς τὸ Κεφαλοίδιον φρούριον κατοικοῦντας φιλίαν ἐποιήσατο, Λιπάρας δὲ τῆς πόλεως ἐγκρατὴς γενόμενος τριάκοντα τάλαντα παρὰ τῶν κατοικούντων τὴν νῆσον ἐπράξατο· αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως ὥρμησεν ἐπὶ Μεσσήνης, συμπαραπλεουσῶν αὐτῷ τῶν νεῶν. καὶ ταχὺ διανύσας τὴν ὁδὸν κατεστρατοπέδευσεν ἐπὶ τῆς Πελωρίδος, ἀπέχων τῆς Μεσσήνης σταδίους ἑκατόν. οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ὡς ἐπύϑοντο τὴν παρουσίαν τῶν πολεμίων, οὐ τὰς αὐτὰς ἀλλήλοις ἐννοίας εἶχον περὶ τοῦ πολέμου. τινὲς μὲν γὰρ αὐτῶν τὸ μέγεϑος τῆς τῶν πολεμίων δυνάμεως ἀκούοντες, καὶ τὴν ἐρημίαν τῶν συμμάχων ὁρῶντες, ἔτι δὲ καὶ τῶν ἰδίων ἱππέων ἐν Συρακούσαις ὄντων, ἀπεγνώκεισαν τὴν ἐκ τῆς πολιορκίας σωτηρίαν. μάλιστα δ᾽ αὐτοὺς εἰς ἀϑυμίαν ἦγε τὰ τείχη καταπεπτωκότα καὶ ὁ καιρὸς εἰς παρασκευὴν οὐ διδοὺς ἄνεσιν. διόπερ ἐξεκόμιζον ἐκ τῆς πόλεως τέκνα καὶ γυναῖκας καὶ τὰ πολυτελέστατα τῶν χρημάτων εἰς τὰς ἀστυγείτονας πόλεις. τινὲς δὲ τῶν
Note a pie di pagina
1 2 πλείους Dind.
2 3 οἰκεῖα ποιησάμενος] ἰδιοποιησάμενος conicio (XV 18, 1)
3 6 ἐπισχεῖν] ἐπισχήσειν Dind.
4 7 τοὺς μὲν] τοὺς P, μὲν o
5 13 ἐπὶ] ἀπὸ PA
6 17 εὔνοιαι PA