Textus Originalis

28 DIODOR. XIII 16. 17.

28 DIODOR. XIII 16. 17.

μένα τῶν τ᾽ ἐμβολῶν ψόφος ἐγένετο καὶ βοὴ τῶν ἀγωνιζομένων ἐναλλὰξ ἀπολλυμένων. ὅτε γὰρ ἀποληφϑείη ναῦς ὑπὸ πλειόνων τριήρων, πανταχόϑεν τυπτομένη τοῖς χαλκώμασι, τοῦ ῥεύματος εἰσπίπτοντος αὔτανδρος ὑπὸ τῆς ϑαλάττης κατεπίνετο. ἔνιοι δὲ καταδυομένων τῶν νεῶν ἀποκολυμβῶντες τοῖς τε τόξοις κατετιτρώσκοντο καὶ τοῖς δόρασι τυπτόμενοι διεφϑείροντο. οἱ δὲ κυβερνῆται ϑεωροῦντες τεταραγμένην τὴν μάχην, καὶ πάντα τόπον ὄντα πλήρη ϑορύβου, καὶ πολλάκις ἐπὶ μίαν ναῦν πλείους ἐπιφερομένας, οὔϑ᾽ ὅ,τι σημαίνοιεν εἶχον, μὴ τῶν αὐτῶν πρὸς ἅπαντα συμφερόντων, οὔτε πρὸς τοὺς κελεύοντας τοὺς ἑτέρους ἐνεδέχετο βλέπειν διὰ τὸ πλῆϑος τῶν βελῶν. ἁπλῶς δὲ τῶν παραγγελλομένων οὐδεὶς οὐδὲν ἤκουε, τῶν σκαφῶν ϑραυομένων καὶ παρασυρομένων τῶν ταρσῶν, ἅμα δὲ καὶ τῇ κραυγῇ τῶν ναυμαχούντων καὶ τῶν ἀπὸ τῆς γῆς συμφιλοτιμουμένων. τοῦ γὰρ αἰγιαλοῦ παντὸς τὸ μὲν ὑπὸ τῶν πεζῶν τῶν ᾿Αϑηναίων κατείχετο, τὸ δ᾽ ὑπὸ τῶν Συρακοσίων, ὥστ᾽ ἐνίοτε τοὺς παρὰ τὴν γῆν ναυμαχοῦντας συμμάχους ἔχειν τοὺς ἐπὶ τῆς χέρσου στρατοπεδεύοντας. οἱ δ᾽ ἐπὶ τῶν τειχῶν ὅτε μὲν ἴδοιεν τοὺς ἰδίους εὐημεροῦντας, ἐπαιάνιζον, ὅτε δ᾽ ἐλαττουμένους, ἔστενον καὶ μετὰ δακρύων τοῖς ϑεοῖς προσηύχοντο. ἐνίοτε γάρ, εἰ τύχοι, τῶν Συρακοσίων τριήρων παρὰ τὰ τείχη

Note a pie di pagina

1 2 ἀπολειφϑείη PAL

2 7 τε om. P

3 12 ἅπαντα AH, ἅπαντας c

4 13 ἑτέρους] ἐρέτας malim

5 16 τῇ κραυγῇ Wess., τῆς κραυγῆς O

6 19 πεζῶν τῶν] πεζῶν f

7 26 τύχῃ f