Textus Originalis

276 DIODOR. XIV 60. 61.

276 DIODOR. XIV 60. 61.

δὲ Μάγωνος ἀϑρόαις ταῖς ναυσὶ ταῖς τριάκοντα περιχυϑέντος, ταῖς μὲν ἀρεταῖς ὑπερεῖχον οἱ περὶ τὸν Λεπτίνην, τοῖς δὲ πλήϑεσιν οἱ Καρχηδόνιοι. διὸ καὶ τῆς μάχης ἰσχυροτέρας γινομένης, καὶ τῶν κυβερνητῶν ἐκ παραβολῆς τὸν ἀγῶνα συνισταμένων, ὅμοιος ὁ κίνδυνος ταῖς ἐπὶ τῆς γῆς παρατάξεσιν ἐγίνετο. οὐ γὰρ ἐκ διαστήματος τοῖς ἐμβόλοις εἰς τὰς τῶν πολεμίων ναῦς ἐνέσειον, ἀλλὰ συμπλεκομένων τῶν σκαφῶν ἐκ χειρὸς διηγωνίζοντο. τινὲς μὲν ἐπὶ τὰς τῶν ἐναντίων ναῦς ἐπιπηδῶντες ἔπιπτον εἰς τὴν ϑάλατταν, τινὲς δὲ κρατήσαντες τῆς ἐπιβολῆς ἐν ταῖς τῶν πολεμίων ναυσὶν ἠγωνίζοντο. τέλος δὲ ὁ μὲν Λεπτίνης ἐκβιασϑεὶς ἠναγκάσϑη φυγεῖν εἰς τὸ πέλαγος, αἱ δὲ λοιπαὶ τῶν νεῶν ἀτάκτως τὸν ἐπίπλουν ποιούμεναι ὑπὸ τῶν Καρχηδονίων ἐχειροῦντο· καὶ γὰρ τὸ περὶ τὸν ναύαρχον ἐλάττωμα τοὺς Φοίνικας εὐϑαρσεστέρους ἐποίησεν, τοὺς δὲ Σικελιώτας οὐκ εἰς τὴν τυχοῦσαν ἀϑυμίαν ἤγαγεν. τῆς δὲ μάχης τοιοῦτον λαβούσης τὸ τέλος, οἱ Καρχηδόνιοι τοὺς ἀτάκτως φεύγοντας σφᾶς φιλοτιμότερον διώξαντες διέφϑειραν μὲν ναῦς πλείους τῶν ἑκατόν, τὰ δ᾽ ὑπηρετικὰ παρὰ τὸν αἰγιαλὸν καταστήσαντες ἀνήρουν τῶν ναυτῶν τοὺς διανηχομένους πρὸς τὸ πεζὸν στρατόπεδον. πολλῶν δ᾽ ἀπολλυμένων οὐ μακρὰν τῆς γῆς, τῶν περὶ τὸν Διονύσιον οὐδαμῶς δυναμένων βοηϑῆσαι, πᾶς ὁ

Note a pie di pagina

1 2 ἀρεταῖς ὑπερεῖχον [ὑπερείχοντο Palmerius, ὑπεῖκον Reiske] οἱ Καρχηδόνιοι, τοῖς δὲ πλήϑεσιν οἱ περὶ Λεπτίνην o, corr. Wess.

2 9 διηγωνίζοντο P τινὲς μὲν] coniunctionem desideravit Dind.

3 16 περὶ Wess., παρὰ o

4 20 σφᾶς fort. ex dittographia ortum