Textus Originalis

Ol. 96, 1 : 396 a. Chr. 277

Ol. 96, 1 : 396 a. Chr. 277

τόπος ἔγεμε νεκρῶν καὶ ναυαγίων. ἀπώλοντο μὲν οὖν ἐν τῇ ναυμαχίᾳ τῶν μὲν Καρχηδονίων οὐκ ὀλίγοι, τῶν δὲ Σικελιωτῶν ναῦς μὲν πλείω τῶν ἑκατόν, ἄνδρες δ᾽ ὑπὲρ τοὺς δισμυρίους. ἀπὸ δὲ τῆς μάχης οἱ μὲν Φοίνικες περὶ τὴν Κατάνην ὁρμίσαντες τὰς τριήρεις, ἀνήψαντο τὰς αἰχμαλώτους ναῦς, καὶ ἀνελκύσαντες αὐτὰς ἐϑεράπευον, ὥστε τοῖς Καρχηδονίοις μὴ μόνον ἀκουστόν, ἀλλὰ καὶ ϑεωρητὸν ποιῆσαι τὸ μέγεϑος τοῦ προτερήματος. Οἱ δὲ Σικελιῶται τὴν πορείαν μὲν ἐπὶ Συρακουσῶν ἐποιήσαντο, νομίζοντες δὲ πάντως εἰς ἐργώδη πολιορκίαν συγκλεισϑήσεσϑαι, παρεκάλουν τὸν Διονύσιον εὐϑέως ἀπαντᾶν τοῖς περὶ τὸν Ἰμίλκωνα διὰ τὴν γεγενημένην νίκην· τάχα γὰρ τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπλήξεσϑαι τοὺς βαρβάρους καὶ τὸ πρότερον ἐλάττωμα διορϑώσεσϑαι. Διονύσιος δὲ τὸ μὲν πρῶτον τοῖς παρακαλοῦσι πειϑόμενος ἕτοιμος ἦν ἄγειν τὴν δύναμιν ἐπὶ [τὸν] Ἰμίλκωνα· ὡς δέ τινες τῶν φίλων ἔλεγον αὐτῷ, ὅτι κινδυνεύσει τὴν πόλιν ἀποβαλεῖν, ἐὰν Μάγων ἀναχϑῇ μετὰ τοῦ στόλου παντὸς ἐπὶ Συρακουσῶν, εὐϑέως μετενόησε· καὶ γὰρ τὴν Μεσσήνην ᾔδει τῷ παραπλησίῳ τρόπῳ τοῖς βαρβάροις ὑποχείριον γεγενημένην. ὥστε οὐκ ἀσφαλὲς εἶναι νομίζων ἔρημον

Note a pie di pagina

1 3 πλείω PAL, πλείους c

2 7 καὶ καϑελκύσαντες o, corr. Eich., κἀνελκύσαντες conicio

3 8 Καρχηδονίοις i. e. τοῖς περὶ τὸν Ἰμίλκωνα] Καταναίοις Dind.

4 10 τὴν] κατὰ τὴν Wess. μὲν Dind., ἣν v, om. P ἐπὶ PA, ἐπὶ τῶν c

5 11 δὲ add. Dind. πάντα P, πάντες J

6 14 διὰ] ῥᾳϑυμοτέροις aut μετεωρισϑεῖσι διὰ Wess.; πρὶν ἀκοῦσαι Wurm

7 15 καταπλήξασθαι o, corr. Dind.

8 16 διορϑώσασθαι v

9 18 τὸν om. P

10 28 ὑποχείριον] χείριον PA