Textus Originalis
278 DIODOR. XIV 61. 62.
ποιῆσαι τὴν πόλιν τῶν ἀμυνομένων, ἀνέξευξεν ἐπὶ Συρακουσῶν. τῶν δὲ Σικελιωτῶν οἱ πλεῖστοι χαλεπῶς φέροντες ἐπὶ τῷ μὴ βούλεσϑαι τοῖς πολεμίοις ἀπαντᾶν, καταλιπόντες τὸν Διονύσιον οἱ μὲν εἰς τὰς ἰδίας πατρίδας, οἱ δ᾽ εἰς τὰ σύνεγγυς τῶν φρουρίων ἀπεχώρησαν. Ἰμίλκων δὲ δυσὶν ἡμέραις κατανύσας εἰς τὸν τῶν Καταναίων αἰγιαλόν, τὰς μὲν ναῦς ἁπάσας ἐνεώλκησε, μεγάλου πνεύματος ἐπιγενομένου, τὴν δὲ δύναμιν ἐφ᾽ ἡμέρας τινὰς ἀναλαμβάνων πρέσβεις ἀπέστειλε πρὸς τοὺς τὴν Αἴτνην κατέχοντας Καμπανούς, παρακαλῶν ἀποστῆναι τοῦ Διονυσίου. ἐπηγγέλλετο δ᾽ αὐτοῖς χώραν τε δωρήσεσϑαι πολλὴν καὶ τῶν ἐκ τοῦ πολέμου λαφύρων κοινωνοὺς ποιήσεσϑαι· ἐδίδασκε δὲ καὶ τοὺς τὴν Ἔντελλαν κατοικοῦντας Καμπανοὺς εὐδοκοῦντας Καρχηδονίοις καὶ συμμαχοῦντας κατὰ τῶν Σικελιωτῶν. [καὶ] καϑόλου δὲ τὸ τῶν Ἑλλήνων ἀπεδείκνυε πολέμιον ὑπάρχον τῶν ἄλλων ἐϑνῶν. οἱ δὲ Καμπανοὶ δεδωκότες ὁμήρους τῷ Διονυσίῳ, καὶ τοὺς ἀρίστους τῶν στρατιωτῶν ἀπεσταλκότες εἰς Συρακούσας, ἠναγκάσϑησαν διατηρῆσαι τὴν πρὸς Διονύσιον συμμαχίαν, καίπερ ἐπιϑυμοῦντες μεταβαλέσϑαι πρὸς Καρχηδονίους. Μετὰ δὲ ταῦτα Διονύσιος μὲν καταπεπληγμένος τοὺς Καρχηδονίους, ἀπέστειλε πρεσβευτὴν πρός τε
Note a pie di pagina
1 3 τῷ] τὸ PA
2 5 τὰ σύνεγγυς] τὰς ἐγγὺς o, τὰ ἐγγὺς Steph.
3 13 δωρήσασθαι et ποιήσασθαι o, corr. Dind.
4 15 ἔντελλαν P εὐδοκεῖν τοῖς K. Reiske
5 16 συμμαχεῖν αὐτοῖς κατὰ Reiske
6 17 καὶ delevi Ἑλλήνων] ἔϑνος vel γένος add. Steph.
7 21 πρὸς PA, πρὸς τὸν c