Textus Originalis

Ol. 96, 1 : 396 a. Chr. 279

Ol. 96, 1 : 396 a. Chr. 279

τοὺς κατ᾽ Ἰταλίαν Ἕλληνας καὶ πρὸς Λακεδαιμονίους, ἔτι δὲ Κορινϑίους, Πολύξενον τὸν κηδεστήν, δεόμενος βοηϑεῖν καὶ μὴ περιιδεῖν τὰς ἐν Σικελίᾳ πόλεις τῶν Ἑλλήνων ἄρδην ἀναιρουμένας. ἔπεμψε δὲ καὶ ξενολόγους εἰς Πελοπόννησον μετὰ πολλῶν χρημάτων, ἐντειλάμενος ὡς πλείστους ἀϑροίζειν στρατιώτας, μὴ φειδομένους τῶν μισϑῶν. Ἰμίλκων δὲ τοῖς ἀπὸ τῶν πολεμίων σκύλοις κοσμήσας τὰς ναῦς κατέπλευσεν εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων, καὶ πολλὴν τοῖς ἐν τῇ πόλει κατάπληξιν ἐπέστησεν. διακόσιαι μὲν γὰρ καὶ πεντήκοντα μακραὶ ναῦς εἰσέπλεον ἐν τάξει τὰς εἰρεσίας ποιούμεναι καὶ τοῖς ἐκ τοῦ πολέμου λαφύροις πολυτελῶς κεκοσμημέναι, μετὰ δὲ ταῦτα αἱ φορτηγοὶ ναῦς εἰσϑεόμεναι μὲν ὑπὲρ τρισχιλίας, φέρουσαι δὲ πλείους τῶν πεντακοσίων, αἱ δὲ πᾶσαι σχεδὸν δισχίλιαι. διὸ καὶ συνέβαινε τὸν [μὲν] λιμένα τῶν Συρακοσίων, καίπερ ὄντα μέγαν, ἐμπεφράχϑαι μὲν τοῖς σκάφεσι, συγκαλύπτεσϑαι δὲ σχεδὸν ἅπαντα τοῖς ἱστίοις. τούτων δὲ καϑορμισϑεισῶν εὐϑὺς καὶ τὸ πεζὸν στρατόπεδον ἐκ ϑατέρου μέρους ἀντιπαρῆγε, συνεστηκός, ὡς μέν τινες ἀνέγραψαν, ἐκ τριάκοντα μυριάδων πεζῶν, ἱππέων δὲ τρισχιλίων [νεῶν δὲ μακρῶν διακοσίων] ὁ μὲν οὖν στρατηγὸς

Note a pie di pagina

1 11 πεντήκοντα PL, ὀκτώ c

2 14 εἰσϑεόμεναι] εἰσέϑεον κεναὶ Sintenis et Madvig, εἰς πόλεμον (vel λιμένα) Wurm, οἰσόμεναι Stroth —

3 15 μὲν] σίτου add. Reiske ὑπὲρ τρισχιλίας] ὑπὲρ o τὰς χιλίας Stroth, ὑπηρεσίας πολλάς Wurm 15 γέμουσαι Hert.; στρατιώτας add. Rhod. δὲ om. AF (P 3); locum graviter corruptum esse docent ipsi numeri (cf. c. 41, 1. 54, 5. 56, 1. 59, 7) atque glossema v. 24 ineptissimum

4 18 μὲν del. Dind.

5 24 νεῶν δὲ μ. διακοσίων del. Wess.