Textus Originalis
280 DIODOR. XIV 62—64.
τῶν δυνάμεων Ἰμίλκων κατεσκήνωσεν ἐν τῷ τοῦ Διὸς νεῷ, τὸ δὲ λοιπὸν πλῆϑος ἐν τῷ παρακειμένῳ τόπῳ κατεστρατοπέδευσεν, ἀπέχον τῆς πόλεως σταδίους δώδεκα. μετὰ δὲ ταῦτα Ἰμίλκων ἐξήγαγε τὴν στρατιὰν ἅπασαν, καὶ πρὸ τῶν τειχῶν ἐξέταξε τὴν δύναμιν, εἰς μάχην προκαλούμενος τοὺς Συρακοσίους. ἐπέπλευσε δὲ καὶ τοῖς λιμέσιν ἑκατὸν ναυσὶ ταῖς ἀρίσταις, ὅπως καταπλήξηται τοὺς κατὰ τὴν πόλιν καὶ συναναγκάσῃ συγχωρεῖν ἥττους εἶναι καὶ κατὰ ϑάλατταν. οὐδενὸς δ᾽ ἐπεξιέναι τολμῶντος τότε μὲν ἀπῆγε τὴν δύναμιν εἰς τὴν στρατοπεδείαν. μετὰ δὲ ταῦτ᾽ ἐφ᾽ ἡμέρας τριάκοντα τὴν χώραν δενδροτομῶν καὶ πᾶσαν φϑείρων, ὅπως ἅμα μὲν τοὺς στρατιώτας πληρώσῃ παντοίας ὠφελείας, ἅμα δὲ τοὺς ἐντὸς τῶν τειχῶν εἰς ἀϑυμίαν καταστήσῃ. κατελάβετο δὲ καὶ τὸ τῆς Ἀχραδινῆς προάστειον, καὶ τοὺς νεὼς τῆς τε Δήμητρος καὶ Κόρης ἐσύλησεν· ὑπὲρ ὧν ταχὺ τῆς εἰς τὸ ϑεῖον ἀσεβείας ἀξίαν ὑπέσχε τιμωρίαν. ταχὺ γὰρ αὐτῷ τὰ πράγματα καϑ᾽ ἡμέραν ἐγίνετο χείρω, καὶ τοῦ Διονυσίου ϑαρροῦντος ἀκροβολισμοὺς συνίστασϑαι συνέβαινε προτερεῖν τοὺς Συρακοσίους. ἐγίνοντο δὲ καὶ τὰς νύκτας ἐν τῷ στρατοπέδῳ παράλογοι ταραχαί, καὶ μετὰ τῶν ὅπλων συνέτρεχον, ὡς τῶν πολεμίων ἐπιϑεμένων τῷ χάρακι. ἐπεγενήϑη δὲ καὶ νόσος, ἣ πάντων αὐτοῖς αἰτία κακῶν κατέστη· περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν, ἵνα μὴ προλαμβάνωμεν τῇ γραφῇ τοὺς καιρούς.
Note a pie di pagina
1 5 ἐξέταξε Hert., ἔταξε o
2 7 λιμέσιν] τείχεσιν Wurm
3 16 ἀχραδίνης P