Textus Originalis

Ol. 91, 4 : 413 a. Chr. 29

Ol. 91, 4 : 413 a. Chr. 29

διαφϑείρεσϑαί τινας συνέβαινε, καὶ τοὺς ἰδίους ἐν ὀφϑαλμοῖς τῶν συγγενῶν ἀναιρεῖσϑαι, καὶ ϑεωρεῖν γονεῖς μὲν τέκνων ἀπώλειαν, ἀδελφὰς δὲ καὶ γυναῖκας ἀνδρῶν καὶ ἀδελφῶν οἰκτρὰν καταστροφήν. 17 ᾿Επὶ πολὺν δὲ χρόνον πολλῶν ἀπολλυμένων ἡ μάχη τέλος οὐκ ἐλάμβανεν: οὐδὲ γὰρ οἱ ϑλιβόμενοι πρὸς τὴν γῆν φεύγειν ἐτόλμων. οἱ μὲν γὰρ ᾿Αϑηναῖοι τοὺς ἀφισταμένους τῆς μάχης καὶ τῇ γῇ προσπλέοντας ἠρώτων, εἰ διὰ τῆς γῆς εἰς ᾿Αϑήνας πλεῦσαι βούλονται, οἱ δὲ πεζοὶ τῶν Συρακοσίων τοὺς προσπλέοντας ἀνέκρινον, διὰ τί βουλομένων αὐτῶν εἰς τὰς τριήρεις ἐμβαίνειν κωλύσαντες αὐτοὺς μάχεσϑαι νῦν προδιδόασι τὴν πατρίδα, καὶ εἰ διὰ τοῦτο ἔφραξαν τὸ στόμα τοῦ λιμένος, ὅπως κωλύσαντες τοὺς πολεμίους αὐτοὶ φεύγωσιν ἐπὶ τὸν αἰγιαλόν, καὶ τοῦ τελευτᾶν ὀφειλομένου πᾶσιν ἀνϑρώποις ποῖον ζητοῦσι καλλίω ϑάνατον ἢ τὸν ὑπὲρ τῆς πατρίδος, ἣν ἔχοντες μάρτυρα τῶν ἀγώνων αἰσχρῶς ἐγκαταλείπουσιν. τοιαῦτα δὲ τῶν ἀπὸ τῆς γῆς στρατιωτῶν ὀνειδιζόντων τοῖς προσπλέουσιν, οἱ πρὸς τοὺς αἰγιαλοὺς ἀποφεύγοντες πάλιν ἀνέστρεφον, καίπερ συντετριμμένας ἔχοντες τὰς ναῦς καὶ ὑπὸ τῶν τραυμάτων καταβαρούμενοι. τῶν δὲ παρὰ τὴν πόλιν κινδυνευόντων ᾿Αϑηναίων ἐκβιασϑέντων καὶ πρὸς φυγὴν ὁρμησάντων, οἱ προσεχεῖς ἀεὶ τῶν ᾿Αϑηναίων ἐνέκλινον, καὶ κατ᾽ ὀλίγον ἅπαντες ἐτράπησαν. οἱ μὲν οὖν Συρακόσιοι μετὰ πολλῆς κραυγῆς

Note a pie di pagina

1 13 προδιδόουσι P

2 τοῦτ᾽ ἀπέφραξαν fort.

3 15 φεύγουσιν PF

4 18 ἀγώνων] ων P

5 24 ᾿Αϑηναίων om. f

6 25 τῶν ᾿Αϑηναίων del. Wess., οἱ Eich.