Textus Originalis

Ol. 96, 1 : 396 a. Chr. 281

Ol. 96, 1 : 396 a. Chr. 281

Ἰμίλκων μὲν οὖν τεῖχος περιβαλὼν τῇ παρεμβολῇ, τοὺς τάφους σχεδὸν πάντας τοὺς σύνεγγυς καϑεῖλεν, ἐν οἷς τόν τε Γέλωνος καὶ τῆς γυναικὸς αὐτοῦ Δημαρέτης, πολυτελῶς κατεσκευασμένους. ᾠκοδόμησε δὲ καὶ τρία φρούρια παρὰ ϑάλατταν, τὸ μὲν ἐπὶ τοῦ Πλημμυρίου, τὸ δ᾽ ἐπὶ μέσου τοῦ λιμένος, τὸ δὲ κατὰ τὸν νεὼν τοῦ Διός· εἰς δὲ ταῦτα τόν τε οἶνον καὶ τὸν σῖτον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων κατεκόμιζε, νομίζων χρονιωτέραν ἔσεσϑαι τὴν πολιορκίαν. ἀπέστειλε δὲ καὶ τὰς ὁλκάδας ναῦς ἔς τε Σαρδῶνα καὶ Λιβύην, ὅπως σῖτον καὶ τὰς ἄλλας τροφὰς παρακομίσωσιν. Πολύξενος δὲ ὁ Διονυσίου κηδεστὴς ἔκ τε Πελοποννήσου καὶ τῆς Ἰταλίας παρεγενήϑη ναῦς μακρὰς ἄγων τριάκοντα παρὰ τῶν συμμάχων καὶ ναύαρχον Φαρακίδαν Λακεδαιμόνιον. Μετὰ δὲ ταῦτα Διονύσιος μὲν καὶ Λεπτίνης μετὰ μακρῶν νεῶν ἀγορὰν βουλόμενοι παρακομίσαι, οἱ Συρακόσιοι καϑ' αὑτούς τε γενόμενοι καὶ κατὰ τύχην ἰδόντες σιτηγὸν πλοῖον προσφερόμενον, πέντε ναυσὶν ἐπέπλευσαν αὐτῷ, καὶ κατακυριεύσαντες κατῆγον εἰς τὴν πόλιν. τῶν δὲ Καρχηδονίων ἐπ᾽ αὐτοὺς ἀναχϑέντων τετταράκοντα ναυσίν, οἱ Συρακόσιοι πάσας ἐπλήρωσαν τὰς ναῦς, καὶ ναυμαχήσαντες τῆς τε στρατηγίδος νεὼς ἐκυρίευσαν καὶ τῶν ἄλλων εἴκοσι καὶ τέτταρας διέφϑειραν· καταδιώ-

Note a pie di pagina

1 3 τῆς] τὸν τῆς Eich.

2 4 Δημαρίστης U

3 6 πλημμύρου P μέσου A, μέσῳ c

4 7 νεὼ PA

5 11 Σαρδὼ f

6 15 Φαρκίδαν PFEJ

7 18 ἀπῆραν vel ἐξέπλεον add. Reiske οἱ] δὲ add.