Textus Originalis
282 DIODOR. XIV 64. 65.
ξαντες δὲ τὰς φευγούσας μέχρι τοῦ ναυστάϑμου τῶν πολεμίων, προεκαλοῦντο τοὺς Καρχηδονίους εἰς ναυμαχίαν. ἐκεῖνοι μὲν οὖν διὰ τὸ παράδοξον τεταραγμένοι τὴν ἡσυχίαν ἔσχον, οἱ δὲ Συρακόσιοι τὰς αἰχμαλώτους ναῦς ἀναψάμενοι κατήγαγον εἰς τὴν πόλιν. μετεωρισϑέντες δὲ τῷ προτερήματι, καὶ διαλογιζόμενοι τὸν μὲν Διονύσιον πλεονάκις ἡττημένον, αὑτοὺς δὲ χωρὶς ἐκείνου νενικηκότας Καρχηδονίους, φρονήματος ἐπληροῦντο. ἀϑροιζόμενοι δὲ διελάλουν, ὅτι περιορῶσιν αὑτοὺς δουλεύοντας Διονυσίῳ, καὶ ταῦτα καιρὸν ἔχοντες τῆς καταλύσεως αὐτοῦ· τὸν μὲν γὰρ ἔμπροσϑεν χρόνον ἦσαν ἀφωπλισμένοι, τότε δὲ διὰ τὸν πόλεμον τῶν ὅπλων ἦσαν κύριοι. οὐ μὴν ἀλλὰ τοιούτων λόγων γινομένων Διονύσιος κατέπλευσε, καὶ συναγαγὼν ἐκκλησίαν ἐπήνει τοὺς Συρακοσίους καὶ παρεκάλει ϑαρρεῖν, ἐπαγγελλόμενος ταχέως καταλύσειν τὸν πόλεμον. ἤδη δ᾽ αὐτοῦ μέλλοντος διαλύειν τὴν ἐκκλησίαν ἀναστὰς Θεόδωρος ὁ Συρακόσιος, ἐν τοῖς ἱππεῦσιν εὐδοκιμῶν καὶ δοκῶν εἶναι πρακτικός, ἀπετόλμησε περὶ τῆς ἐλευϑερίας τοιούτοις χρήσασϑαι λόγοις. Εἰ καί τινα προσέψευσται Διονύσιος, τό γε ῥηϑὲν ὑπ᾽ αὐτοῦ τὸ τελευταῖον ἀληϑὲς ἦν, ὅτι ταχέως καταλύσει τὸν πόλεμον. τοῦτο δὲ πρᾶξαι δύναιτ᾽ ἂν οὐκ αὐτὸς ἀφηγούμενος, ἥττηται γὰρ πολλάκις, ἀλλὰ τὴν πάτριον ἐλευϑερίαν ἀποδοὺς τοῖς πολίταις. νῦν μὲν γὰρ οὐδεὶς ἡμῶν προϑύμως ὑπομένει τοὺς κινδύνους, ὅταν ἡ νίκη μηδὲν ἧττον
Note a pie di pagina
1 4 τὴν add. Dind.
2 5 ἐναψάμενοι o, corr. Wess.
3 8 αὐτοὺς v
4 10 αὐτοὺς PJL
5 27 ὑμῶν AL