Textus Originalis
Ol. 96, 1 : 396 a. Chr. 283
ᾖ τῆς ἥττης· λειφϑέντας γὰρ Καρχηδονίοις δεήσει ποιεῖν τὸ προσταττόμενον, νικήσαντας δὲ Διονύσιον ἔχειν βαρύτερον ἐκείνων δεσπότην. Καρχηδόνιοι μὲν γάρ, κἂν πολέμῳ κρατήσωσι, φόρον ὡρισμένον λαβόντες οὐκ ἂν ἡμᾶς ἐκώλυσαν τοῖς πατρίοις νόμοις διοικεῖν τὴν πόλιν· οὗτος δὲ τὰ μὲν ἱερὰ συλήσας, τοὺς δὲ τῶν ἰδιωτῶν πλούτους ἅμα ταῖς τῶν κεκτημένων ψυχαῖς ἀφελόμενος, τοὺς οἰκέτας μισϑοδοτεῖ κατὰ τῆς τῶν δεσποτῶν δουλείας· καὶ τὰ συμβαίνοντα κατὰ τὰς τῶν πόλεων ἁλώσεις δεινά, ταῦτ᾽ ἐν εἰρήνῃ πράττων καταλύσειν ἐπαγγέλλεται τὸν πρὸς Καρχηδονίους πόλεμον. ἡμῖν δ᾽, ὦ ἄνδρες, οὐχ ἧττον τοῦ Φοινικικοῦ πολέμου καταλυτέον ἐστὶ τὸν ἐντὸς τοῦ τείχους τύραννον. ἡ μὲν γὰρ ἀκρόπολις δούλων ὅπλοις τηρουμένη κατὰ τῆς πόλεως ἐπιτετείχισται, τὸ δὲ τῶν μισϑοφόρων πλῆϑος ἐπὶ δουλείᾳ τῶν Συρακοσίων ἤϑροισται, καὶ κρατεῖ τῆς πόλεως οὐκ ἐπ᾽ ἴσης βραβεύων τὸ δίκαιον, ἀλλὰ μόναρχος πλεονεξίᾳ κρίνων πράττειν πάντα. καὶ νῦν μὲν οἱ πολέμιοι βραχὺ μέρος ἔχουσι τῆς χώρας, Διονύσιος δὲ πᾶσαν ποιήσας ἀνάστατον τοῖς τὴν τυραννίδα συναύξουσιν ἐδωρήσατο. μέχρι τίνος οὖν καρτερήσομεν ταῦτα πάσχοντες, ὑπὲρ ὧν οἱ ἀγαϑοὶ χάριν τοῦ μὴ λαβεῖν πεῖραν ἀποϑνήσκειν ὑπομένουσιν; καὶ πρὸς μὲν Καρχηδονίους ἀγωνιζόμενοι τοὺς ἐσχάτους κινδύνους εὐψύχως ὑπομένομεν, πρὸς
Note a pie di pagina
1 1 τῆς ἥττης] τις ἧττα Dind. ληφϑέντας v Καρχηδονίοις PA, -ονίων P2JK, -ονίους c
2 5 ὑμᾶς AI
3 9 τῆς et δουλείας del. Reiske
4 12 δ᾽ om. P
5 13 φοινικοῦ o, corr. Wess.
6 20 οἱ μὲν Dind.
7 23 καρτερήσωμεν P