Textus Originalis
284 DIODOR. XIV 65—67.
δὲ πικρὸν τύραννον ὑπὲρ ἐλευϑερίας καὶ περὶ πατρίδος οὐδὲ λόγῳ παρρησίαν ἔτι ἄγειν τολμῶμεν· καὶ ταῖς μὲν τοσαύταις μυριάσι τῶν πολεμίων ἀντιταττόμεϑα, μόναρχον δὲ οὐδ᾽ ἀνδραπόδου γενναίου τὴν ἀρετὴν ἔχοντα πεφρίκαμεν. οὐ γὰρ δήπουϑεν ἀξιώσαι τις ἂν παραβάλλειν Διονύσιον τῷ παλαιῷ Γέλωνι. ἐκεῖνος μὲν γὰρ μετὰ τῆς ἰδίας ἀρετῆς, μετὰ τῶν Συρακοσίων καὶ τῶν ἄλλων Σικελιωτῶν ἠλευϑέρωσε τὴν Σικελίαν ἅπασαν, ὁ δ᾽ ἐν ἐλευϑερίᾳ παραλαβὼν τὰς πόλεις τῶν μὲν ἄλλων ἁπασῶν κυρίους πεποίηκε τοὺς πολεμίους, αὐτὸς δὲ τὴν πατρίδα καταδεδούλωται. κἀκεῖνος μὲν πολὺ πρὸ τῆς Σικελίας ἀγωνισάμενος τοὺς ἐν ταῖς πόλεσιν ὄντας συμμάχους οὐδὲ ἰδεῖν τοὺς πολεμίους ἐποίησεν, ὁ δ᾽ ἀπὸ Μοτύης διὰ πάσης τῆς νήσου φυγὼν συγκέκλεικεν ἑαυτὸν ἐντὸς τῶν τειχῶν, πρὸς μὲν τοὺς πολίτας ϑρασυνόμενος, τοὺς δὲ πολεμίους οὐδὲ κατ᾽ ὄψιν ἰδεῖν ὑπομένων. τοιγαροῦν ἐκεῖνος μὲν διά τε τὴν ἀρετὴν καὶ τὸ μέγεϑος τῶν πράξεων οὐ μόνον τῶν Συρακοσίων, ἀλλὰ καὶ τῶν Σικελιωτῶν ἑκουσίων παρέλαβε τὴν ἡγεμονίαν, ὃ δ᾽ ἐπ’ ὀλέϑρῳ μὲν τῶν συμμάχων, ἐπὶ δουλείᾳ δὲ τῶν πολιτῶν στρατηγήσας, πῶς οὐκ ἂν δικαίως ὑπὸ πάντων μισοῖτο; οὐ γὰρ μόνον ἡγεμονίας ἀνάξιος, ἀλλὰ καὶ μυρίων ϑανάτων τυχεῖν δίκαιος. Γέλα καὶ Καμάρινα διὰ τοῦτον κατεστράφησαν, Μεσσήνη ἄρδην ἀνήρηται, κατὰ ναυμαχίαν δισμύριοι τῶν συμμά-
Note a pie di pagina
1 2 ἔτι ἄγειν Dind., ἐπάγειν o
2 6 ἔχοντα om. P
3 7 μετὰ τῆς] διὰ τῆς Reiske
4 8 μετὰ τῶν] τῶν s. l. P, om. c
5 21 ἑκουσίως o, corr. Wess.
6 27 ναυμαχίαν Wurm (ex c. 60, 6 et 68, 6), συμμαχίαν O